3
9 Καὶ ἐποίησαν τὰ προσταχθέντα αὐτοῖς. Ποιήσαντος δὲ αὐτοῦ ἐν τῇ φυλακῇ ἡμέρας τριάκοντα, τῶν κλοιῶν ἀβαρῶς αὐ τῷ ἐπικειμένων, πάλιν ἐπεζήτησεν ὁ Ἡρῴδης τὸν ἅγιον Λογ γῖνον, λέγων τοῖς μεγιστᾶσιν αὐτοῦ· «Παραστήσατέ μοι τὸν δέσμιον Λογγῖνον ἐπὶ τοῦ βήματος, ὅπως ἰδὼν αὐτὸν σκυθρω πὸν καὶ μεμαραμμένον, ἀναπαύσωμαι.» Οἱ δὲ μεγιστᾶνες, ἀπ ελθόντες ἐν τῷ δεσμωτηρίῳ καὶ ἰδόντες τὸ πρόσωπον αὐτοῦ ἐξα στράπτον, ἐφοβήθησαν τοῦ προσαγαγεῖν αὐτὸν ἐπὶ τοῦ βήμα τος· πλὴν παραλαβόντες αὐτὸν διὰ τὸ προσταχθὲν αὐτοῖς ὑπὸ Ἡρῴδου, ἤγαγον ἐπὶ τοῦ βήματος τὸν καλὸν ἀγωνιστὴν τοῦ Χρι στοῦ. Ὁ δὲ Ἡρῴδης, ἑωρακὼς τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσ-ωπον ἀγγέλου, ἔβρυξεν τοὺς ὀδόντας αὐτοῦ κατὰ τῶν μεγι στάνων αὐτοῦ καὶ διέρρηξεν τὰ ἱμάτια αὐτοῦ καὶ εἶπεν· «Ἀντὶ τιμωριῶν παρεστήσατέ μοι τὸν δέσμιον τοῦτον.»
10 Καὶ μανεὶς ὁ Ἡρῴδης κατὰ τῶν μεγιστάνων αὐτοῦ ἐξώ ρισεν αὐτούς, τοὺς δὲ καπικλαρίους ἀποκεφαλισθῆναι προσέ ταξεν, τοὺς δὲ στρατιώτας τοὺς παρεστηκότας αὐτῷ ἀπεδεκά τωσεν· καὶ κατὰ τῆς στρατιᾶς αὐτοῦ ἔβρυχεν καὶ ἐμαίνετο, ὡς οἰόμενος ἐπιβουλίαν τινὰ κατασκευάζεσθαι κατ' αὐτοῦ. Πρὸς δὲ τὸν ἅγιον Λογγῖνον εἶπεν· «Ὄμοσόν μοι κατὰ τῆς σωτηρίας τῶν θεῶν τοῦ μηκέτι λαλῆσαι ἢ ὀμόσαι ἐπὶ τῷ γεννηθέντι μηδὲ εἰπεῖν αὐτὸν βασιλέα, ὅπως τοῦτο ἐὰν ποιήσῃς διαφύγῃς τὰς βα σάνους καὶ τὰς τιμωρίας τὰς μενούσας σε.» Ὁ δὲ ἅγιος Λογγῖ νος εἶπεν πρὸς τὸν βασιλέα· «Μὰ τὴν δόξαν Ἰησοῦ Χριστοῦ τοῦ σῴζοντος τοὺς εἰς αὐτὸν πιστεύοντας, οὐ μὴ πείσῃς με ἀπ αρνήσασθαι τὸν θεόν μου· ἐπ' αὐτὸν γὰρ ἐλπίζων, οὐ φοβη θήσομαι τὰς βασάνους σου.» Ὁ δὲ Ἡρῴδης ἐκέλευσεν αὐτὸν μάστιξιν ἐτάζεσθαι. Ἦν δὲ ὁ ἅγιος αἰνῶν καὶ λέγων· «Κύριε, ὁ θεός, ὁ αἰώνιος βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων, ὁ καθιζάνων βασιλεῖς ἐπὶ ἐδάφους καὶ ἀνυψῶν ἀπὸ γῆς πένητα, ὁ μόνος ἐλεήμων, αὐτὸς ἀπόστειλον τὸν ἄγ γελόν σου ἐνισχύοντά με.»
11 Ὁ δὲ Ἡρῴδης, ἑωρακὼς τὸν ἅγιον Λογγῖνον μὴ αἰσθό-μενον τῶν βασάνων, εἶπεν τοῖς μεγιστᾶσιν αὐτοῦ· «Ἀπαγα γόντες αὐτὸν εἰς τὴν φυλακήν, δήσατε αὐτὸν ἁλύσεσιν καὶ τι μωρήσαντες ἀγάγετέ μοι, ἵνα πολλῆς τιμῆς ἀξιώσω ὑμᾶς.» Οἱ δὲ παραλαβόντες τὸν ἅγιον Λογγῖνον ἤγαγον μετὰ πολλῆς λύ πης εἰς τὴν φυλακὴν καὶ ἐποίησαν αὐτῷ τὰ διατεταγμένα αὐ τοῖς. Ποιήσαντος δὲ αὐτοῦ ἡμέρας τρεῖς ἐν τῇ φρουρᾷ καὶ πολ λῆς ἀμηχανίας οὔσης τῷ Ἡρῴδῃ διὰ τὸν τεχθέντα βασιλέα, ηὔχετο ἐν τῇ νυκτὶ ὁ ἅγιος Λογγῖνος λέγων· «Κύριε, Ἰησοῦ Χριστέ, ἐξαπόστειλον τὸν ἄγγελόν σου, καὶ ἐρῦσαι τοὺς δούλους σου τοὺς τιμωρουμένους ἐνταῦθα.» Καὶ εὐξαμένου αὐτοῦ, σει σμὸς ἐγένετο μέγας, ὥστε σαλευθῆναι τὸ δεσμωτήριον, καὶ φῶς περιέλαμψεν τῷ ἁγίῳ Λογγίνῳ καὶ φωνὴ ἠκούσθη λέγουσα πρὸς αὐτόν· «Ἀνάστα ἐν τάχει· οὐ γάρ ἐστιν νῦν καιρὸς τελει ῶσαί σε τὴν μαρτυρίαν.»
12 Καὶ εὐθέως πάντων τὰ δεσμὰ ἐξέπεσαν καὶ ἀνεῴγη τὸ δεσμωτήριον καὶ ἐξῆλθον ἄνδρες ὡσεὶ χίλιοι καὶ ἔφυγον ἐκ τῆς πόλεως· καὶ θόρυβος ἐγένετο μέγας ἐν τῇ πόλει. Καὶ ἤκουσεν ὁ βασιλεὺς τὰ γενόμενα ἐν τῷ δεσμωτηρίῳ· καὶ ἐλθὼν ἐπὶ τὸν τόπον καὶ μὴ εὑρὼν τὸν ἅγιον Λογγῖνον ἐκεῖ, διηπόρει τί ἄρα ἐγένετο. Ὁ δὲ ἅγιος Λογγῖνος ἦν διακινῶν ἐν τῇ πόλει καὶ οὐ δεὶς ἠδύνατο ἰδεῖν, ὅτι ἠμαυρώθησαν αὐτῶν οἱ ὀφθαλμοί. Ὁ δὲ Ἡρῴδης ἐζήτει αὐτόν· καὶ ἦν θόρυβος μέγας καὶ ἦχος πο λὺς ἐν τῇ πόλει καὶ ἐλάλησαν κατὰ τῶν εὐσεβούντων. Ὁ δὲ Ἡρῴδης ὑπομνήματα κατέπεμψε τοῖς ἔθνεσιν, ὥστε δέσμιον τὸν ἅγιον Λογγῖνον ἀγαγεῖν, νομίζων ἐκ τῆς πόλεως ἐκπεφευ γότα αὐτὸν εἶναι τὸν δοῦλον τοῦ θεοῦ· ἀορασίᾳ γὰρ πληγεὶς κατέκειτο καὶ οὕτως «σκωληκόβρωτος γενόμενος ὁ Ἡρῴδης ἐξέψυξεν».