1

 2

 3

 4

 5

3

καθ' ἅ φη σιν ὁ θεσπέσιος Παῦλος· «Ὥσπερ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσιν, οὕτως ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται.» Μάρ τυς δὲ ὁ τάφος οὗτος, ἡ τῶν ζώντων χαρά, ἡ τῶν νεκρῶν παρά κλησις. Μάρτυς ὁ λίθος οὗτος ὁ κυλισθεὶς καὶ κυλίσας ὅλα τὰ τῶν δαιμόνων εἴδωλα, οὐ μόνον δὲ κυλίσας, ἀλλὰ καὶ συντρίψας καὶ λεπτύνας καὶ τῷ πτύῳ λικμήσας τοῦ σταυροῦ καὶ <ἀπὸ> τῆς γῆς «ἐκφυσήσας ὥσπερ χοῦν ἀφ' ἅλωνος καὶ ὥσπερ ἀπὸ καπνοδόχης ἀτμίδα» καὶ τῇ ῥιπῇ καὶ τῷ ῥοίζῳ τοῦ πνεύματος. Μάρτυρες αἱ γυναῖκες αὐταὶ ἀντὶ τῶν ποτε γυναικῶν ἡμέρας ἑκάστης καὶ νυκτὸς αἰσθητὰ καὶ νοητὰ μύρα τῷ νυμφίῳ εἰσφέρουσαι. Μάρτυς ὁ λευχείμων ἱερεὺς ὁ τῆς ἐκκλησίας ἄγγελος βοῶν πρὸς αὐτάς· «Μὴ φοβεῖσθε· οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν Ναζαρηνὸν τὸν ἐσταυ ρωμένον ζητεῖτε.» Ἀλλὰ τὴν ὥραν ἐπιζητεῖς; Φησὶ γάρ· «ὡς ὄρθρον ἕτοιμον εὑρήσομεν αὐτόν.» Λουκᾶς σοι καὶ τοῦτο ἀπαγγεῖλαι δυνήσεται· «Τῇ δὲ μιᾷ τῶν σαββάτων ὄρθρου βα θέως ἦλθον ἐπὶ τὸ μνῆμα, φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα. Εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἐκ τῆς θύρας τοῦ μνημείου· εἰσελ θοῦσαι δὲ οὐχ εὗρον τὸ σῶμα τοῦ κυρίου Ἰησοῦ. Καὶ ἐγένετο ἐν τῷ διαπορεῖσθαι αὐτὰς περὶ τούτου καὶ ἰδοὺ δύο ἄνδρες ἐπέστη σαν αὐταῖς ἐν ἐσθήσεσιν ἀστραπτούσαις. Ἐμφόβων δὲ γενομέ νων αὐτῶν καὶ κλινουσῶν τὰ πρόσωπα εἰς τὴν γῆν, εἶπον πρὸς αὐτάς· "3Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν;"3 Τί λογί ζεσθε περὶ τῆς ζωῆς τὰ τῆς ζωῆς ἀλλότρια; Ὁ παρ' ὑμῶν ὧδε ζητούμενος ἐν οὐρανοῖς καθέζεται, ὁ ἐνταῦθα ψηλαφώμενος ἐν τοῖς κόλποις τοῦ Πατρὸς ἀναπαύεται, ὁ γενόμενος νεκρὸς ἵνα νεκρῶν καὶ ζώντων κυριεύσῃ τὴν ζωὴν οὐ κατέλιπεν· αὐτὸς γὰρ πᾶσι δανείζει τὴν ζωήν, ἐξ αὐτοῦ πᾶσα ἡ φύσις ἐμπνεῖται, ἐν αὐτῷ κινεῖται τὰ κινούμενα, τὰ συνεστῶτα συνίσταται, ἐνερ γεῖ τὰ ἐνεργούμενα.» Ἐκεῖθεν αἱ γυναῖκες ἐξελθοῦσαι τῷ Ἰησοῦ συνήντησαν, καὶ τὸν ὄρθρον εἶδον ὡς ὄρθρον, καὶ εἶπον πρὸς αὐ τὸν ὅπερ ὁ ∆αυὶδ ἐν προφητείαις ἔψαλλεν· «Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.» Εἰ δὲ λέγεις· «Αἱ μὲν γυ ναῖκες εὗρον, οὐχ εὗρον δὲ οἱ ἀπόστολοι», καὶ «Πῶς ἐστι κέρδος κοινόν; Πῶς τὸ εὑρεθὲν ὅλης τῆς φύσεως γίνεται σωτηρία;» περιττὸν ζητεῖς, μάτην ἐγκαλεῖς. Εὗρον γὰρ αἱ γυναῖκες ὅπερ διὰ τῆς Εὔας ἀπώλεσαν πρότερον. Εὗρεν τὸ κέρδος ἡ παρασχοῦσα τῆς ζημίας τὴν ὑπόθεσιν. Πλὴν ἀνάγνωθι τῆς προφητείας τὰ λεί ποντα· «Ὡς ὄρθρον ἕτοιμον εὑρήσομεν αὐτόν, καὶ ἥξει ἡμῖν ὡς ὑετὸς πρώϊμος καὶ ὄψιμος τῇ γῇ.» Ταῦτα σαφῶς κατὰ λέξιν πεπλήρωται. Οὐ χρῄζει θεωρίας ὁ λόγος, ἀλληγορεῖν οὐ δεόμεθα τοῦ προφήτου τὴν ἔννοιαν· «Ἥξει ἡμῖν ὡς ὑετὸς πρώϊμος καὶ ὄψιμος τῇ γῇ.» Ὅρα τοίνυν αὐτὸν πρώϊμον ταῖς γυναιξίν, ὄψιμον δὲ τοῖς ἀποστόλοις φαινόμενον· πρωῒ μὲν γὰρ ἐνταῦθα ταῖς γυ ναιξὶν «Χαίρετε», ὀψὲ δὲ ἐν τῇ Σιὼν «Εἰρήνην» τοῖς μαθηταῖς προσεφώνησεν· «Χαίρετε» ταῖς γυναιξὶν ἵνα λύσῃ τῆς λύπης τὴν ἀπόφασιν, «Εἰρήνην» τοῖς μαθηταῖς, ἵνα καταλύσῃ τὴν ἔχθραν ἣν ὁ δράκων ἐφύτευσεν. ∆ιὸ πρὸς αὐτοὺς μετὰ ταύτης τῆς διαστολῆς ἔλεγεν· «Εἰρήνη ὑμῖν· τῷ γὰρ διαβόλῳ ὁ πό λεμος, ἡ πρὸς ἐκεῖνον ἔχθρα μένει· δεῖ γὰρ αὐτοῦ συντριβῆναι τὸ κέρας, δεῖ αὐτοῦ τὸν ἰὸν ἐκχυθῆναι, δεῖ πατηθῆναι αὐτοῦ τὸ κέντρον. Νῦν ὅπλα χαλκεύσω οἷς κατ' αὐτοῦ συγκροτηθήσεται πόλεμος.»

6 Οὐ μάτην τοίνυν ὁ Ἀνδρέας τῷ Πέτρῳ ἀπήγγειλεν· «Εὑ ρήκαμεν τὸν Μεσσίαν τὸν λεγόμενον Χριστόν», ἐπειδὴ καὶ ὁ θεὸς τοιαῦτα διὰ τῆς Ἠσαΐου προφητείας ἐφθέγγετο· «Ἐὰν ἐπιζητήσῃς, ζήτει καὶ παρ' ἐμοὶ οἴκει.» Ὅθεν τὸν Χριστὸν ὁ Ἀνδρέας ἐπερωτᾶν ἐτόλμησεν· «Οἶδα γὰρ ὡς οἰκίαν ἐπὶ τῆς γῆς οὐκ ἔχεις, οὐκ οἰκοδομεῖς ἐν τῇ φθορᾷ, οὐ σκηνοποιεῖς ἐν πλίνθῳ. "3Ποῦ μένεις;"3 ἵνα θυρωρὸς τῆς αὐλῆς τῆς δεσποτικῆς γένωμαι. "3Ἐξελεξάμην γὰρ παραριπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ θεοῦ μου μᾶλλον ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρτωλῶν."3 "3Ποῦ μένεις;"3 Ἐὰν μάθω, τῆς θύρας οὐκ ἀφίσταμαι.» Ἀλλ' αὕτη μὲν ἡ τῆς ἐκκλησίας νῦν