3
Σφεντισθλάβῳ· τοὺς υἱοὺς δὲ αὐτοῦ, τὸν βασιλέα Ἀνδρόνικον καὶ Μανουὴλ τὸν δεσπότην, παρὰ τῷ βασιλεῖ καὶ πάππῳ αὐτῶν ἀφεὶς ἀνάγεσθαι βασιλικῶς, αὐτὸς ἐπεραιώθη πρὸς ἕω, τοῖς ὑπηκόοις ἐκεῖσε τῇ βασιλείᾳ Ῥωμαίων τὴν δυνατὴν εἰσοίσων βοήθειαν, πάσχουσι κακῶς ὑπὸ τῶν Περσῶν. ὀλίγον δέ τινα χρόνον ἐνδιατρίψας ἐκεῖ, καὶ πρὸς τὴν Κωνσταντίνου πόλιν ἐπανελθὼν, πέμπεται παρὰ τοῦ πατρὸς αὐτῷ καὶ βασιλέως τῇ Ἀδριανοῦ πόλει ἐνδιατρίβειν. καὶ διέτριψεν ἐκεῖ χρόνον τινὰ συχνόν· εἶτα τοῦ πατρὸς πάλιν προστεταχότος, πρὸς Θεσσαλονίκην ἀπῆρεν. ἐν τούτοις ὄντος αὐτοῦ, ἥκουσι κακῶν ἄγγελοι πρὸς αὐτὸν, τὴν τῷ δεσπότῃ συνοικοῦσαν Θωμᾷ θυγατέρα αὐτοῦ λέγοντες τεθνηκέναι· καὶ μετὰ μικρὸν ἕτεροι τῶν προτέρων βαρυτέρας φέροντες ἀγγελίας τὸν υἱὸν αὐτοῦ Μανουὴλ δεσπότην ἔφασαν τεθνηκέναι. εἴτε δὲ καὶ νόσημά τι τῶν ὀξέων ἔνδον οἰκουροῦν ἔτι ἡ τῆς ἀθυμίας ὑπανῆψε φλὸξ, εἴτε καὶ αὐτὴ καθ' αὑτὴν ἡ ἀμετρία τῆς λύπης ἤρκεσε πρὸς θάνατον αὐτῷ, μετὰ ὀγδόην ἡμέραν τῆς ἀγγελίας τῆς τελευτῆς 1.14 τοῦ παιδὸς τελευτᾷ καὶ αὐτὸς ἐν Θεσσαλονίκῃ, τρίτον πρὸς τεσσαράκοντα χρόνον ἄγων τῆς ἡλικίας, ἔτους ἐννάτου πρὸς τοῖς εἴκοσι καὶ ὀκτακοσίοις καὶ ἑξακισχιλίοις, δωδεκάτῃ μηνὸς ὀκτωβρίου, ἡμέρᾳ πρώτῃ τῆς ἑβδομάδος. τούτων οὕτω συνενεχθέντων, ἀγγέλλεται τῷ βασιλεῖ Ἀνδρονίκῳ τῷ τοῦ τετελευτηκότος πατρὶ ἡ τοῦ βασιλέως καὶ υἱοῦ τελευτὴ, καὶ χρόνον μέν τινα συχνὸν ἐπένθησεν ἐπὶ τῷ βασιλεῖ καὶ παιδί· οὐ γὰρ ἄκρας ἔψαυσεν αὐτοῦ καρδίας ἡ τοῦ καλοῦ παιδὸς τελευτή· εἶτα δαίμονός τινος τῶν ἐξητασμένων ἐπὶ φθορᾷ, βαρὺ καὶ ἄγριον κατὰ τῆς Ῥωμαίων πνεύσαντος εὐτυχίας, ἢ τἀληθέστερον μᾶλλον εἰπεῖν, αὐτοῦ τοῦ τὰ πάντα οἰκονομοῦντος θεοῦ πρὸς ἔκτισιν τῶν ἐπὶ πλήθει καὶ μεγέθει τὸ μέτρον ὑπερβαινόντων ἡμετέρων σφαλμάτων τὰ τοιαῦτα παραχωροῦντος, ἐπὶ νοῦν ἔρχεται τῷ βασιλεῖ Ἀνδρονίκῳ, τὸν μὲν καθεστῶτα βασιλέα τὸν ἔγγονον αὐτοῦ τὸν νέον Ἀνδρόνικον ἀποστερῆσαι τῆς βασιλείας καὶ εἰς ἰδιώτου μεταστῆσαι σχῆμα, τὸν υἱὸν δὲ αὐτοῦ τὸν Κωνσταντῖνον δεσπότην ὄντα τῷ διαδήματι τῆς βασιλείας κοσμῆσαι. οὐ μᾶλλον αὐτοῦ τούτου γε ἕνεκα διανοηθεὶς τοῦτο τοῦ Κωνσταντίνου, ἢ ὥστε τὸ τῆς βασιλείας ἀξίωμα καὶ εἰς τὸν ἐκ παλλακῆς αὐτῷ δὴ τῷ Κωνσταντίνῳ προσόντα παῖδα μεταβῆναι τὸν Μιχαὴλ, ὡς πατρόθεν καὶ ἐξ ἁρμονίας αὐτῷ προσῆκον, ὃς δὴ καὶ Καθαρὸς ὠνόμαστο, μητρόθεν λαχὼν τὴν κλῆσιν. οὗτος δὴ ὁ Μιχαὴλ εἷλκε μὲν καὶ τὰς τοῦ γένους πηγὰς ἐκ φαύλης καὶ ἀσήμου μητρὸς, ἦν δὲ καὶ τἆλλα ἄξιος οὐδενός. οὔτε γὰρ φύσεως ἔτυχεν εὐρώστου πρὸς τὸ φρονεῖν, οὔτ' ἐγ 1.15 κυκλίου πεῖραν ἔσχε παιδείας, οὔτε πρὸς στρατείας ἤσκητο τὸ παράπαν, οὔτε πρός τι τῶν ὅσα νέους κοσμεῖ εὐφυῶς εἶχε κἂν ἐπ' ὀλίγον, ἀλλ' οὕτω παντάπασιν ὄντα παντὸς ἐστερημένον καλοῦ, δεινὸς ἔρως εἰσῆλθε τὸν βασιλέα, τῇ λαμπρᾷ ταύτῃ καὶ βαθείας δεομένῃ φρενὸς ἐπιστῆσαι βασιλείᾳ Ῥωμαίων. οὕτω δὴ διανοηθεὶς καὶ ἔργου ἥπτετο ἤδη, καὶ τὸν Μιχαὴλ ἐκ τῆς παρὰ μητρὶ διατριβῆς ἀφελὼν, σύνοικον ἀπέδειξεν ἑαυτῷ καὶ συνδιατρίβοντα, αὑτῷ τε ἀεὶ παρακαθήμενον καὶ παριστάμενον, καὶ τὰ πρῶτα τῶν γνησίων ἀποφερόμενον, ὅσα γε εἰς τιμήν· ἔτι τε διὰ σπουδῆς ἐποιεῖτο πάσης, ἔν τε τοῖς πρὸς τοὺς ὁθενδήποθεν πρέσβεις χρηματισμοῖς, κἀν ταῖς πρὸς ἀρχιερέας ἤ τινας τῶν σοφῶν ὁμιλίαις, ἢ καὶ ἄλλοις τισὶ λόγοις τὸν ἀκροατὴν δοκοῦσι συνετώτερον ποιεῖν ἑαυτοῦ, παρεῖναι καὶ ἀκροᾶσθαι τὸν Μιχαήλ· εἰ δέ ποτε συμβεβήκει τὸν Μιχαὴλ μὴ παρεῖναι ταῖς ἀγωνιστικαῖς ὁμιλίαις τοῦ βασιλέως, μετεκαλεῖτο τοῦτον διὰ πολλῶν ὡς δή τι προὔργου ποιῶν. σκοπὸς δ' ἦν αὐτῷ, τὸ ἐμφανὲς μὲν, ὡς ἂν αὐτῷ περιποιήσῃ τιμὴν καὶ Ῥωμαίους πείσῃ ὡς ἐγγόνῳ βασιλέως αὐτῷ προσέχειν· τῇ δ' ἀληθείᾳ, πρὸς τὸ μελετώμενον αὐτὸν τῆς ἀρχῆς ἐξασκῆσαι ὕψος, καὶ πρὸς πεῖραν ἀναγαγεῖν διοικήσεως πραγμάτων βασιλικῶν. καίτοι γε αὐτὸς ὁ βασιλεὺς Ἀνδρόνικος μετὰ τὰς συμβάσεις, ἃς ἐποιήσατο πρὸς τὸν ἔγγονον καὶ βασιλέα τὸν νέον Ἀνδρόνικον, ἑαυτὸν ἐξαιτιώμενος περὶ τούτου, οὐκ ἐκ