3
θαυμαζέτω μηδεὶς μηδέ τις τὸν λόγον αἰτιῷτο η τὸν τούτου πατέρα με. ἐκ πολλῶν γὰρ βίβλων τὰς ἱστορίας 1.6 ἐρανισάμενος, εν γε πολλοῖς ταῖς τῶν συγγραφέων ἐκείνων χρησαίμην αν συνθήκαις καὶ φράσεσιν, ἐν οσοις δ' αν καὶ αὐτὸς παρῳδήσω η παραφράσω, πρὸς τὸν ἐκείνων χαρακτῆρα τὴν ἰδέαν τοῦ λόγου μοι μεθαρμόσομαι, ινα μὴ ἀσύμφωνος αὐτὴ ἑαυτῇ δοκῇ ἡ γραφή. ̓Αλλά μοι πρὸ τῆς ἱστορίας κεφαλαιωδέστερον εἰρήσθω τίνα τὰ ἱστορηθησόμενα, ιν' εἰδεῖεν οἱ τῷ συγγράμματι ἐντευξόμενοι ὡς πολλῶν τε καὶ τούτων ἀναγκαιοτάτων ἱστοριῶν ἐν εἰδήσει γενήσονται. περιέχεται γοῦν τῇ ἐπιτομῇ ἡ ̓Οκτάτευχος καὶ οσα ἐν ἐκείνῃ ἱστόρηται, καὶ τῶν Βασιλειῶν αἱ βίβλοι ταύτῃ συμπεριέχονται, καὶ ἐπ' αὐταῖς τὰ Παραλειπόμενα, καὶ οσα ὁ ̔Εβραῖος ̓Ιώσηπος ἀρχαιολογῶν η τῶν παλαιοτέρων ειπεν ἐπέκεινα η παρεκβατικώτερον η καὶ ἀλλοιότερόν τι παρ' ἐκείνους ἱστόρησε, καὶ τὰ τοῦ Εσδρα, τά τε τῶν αἰχμαλωσιῶν τῶν ̔Εβραίων, προτέρας μὲν τῆς τῶν δέκα φυλῶν, η παρὰ τοῦ ̓Ασσυρίου Σαλμανασὰρ γέγονε τὴν Σαμάρειαν ἑλόντος πολιορκίᾳ καὶ τὸ εθνος αἰχμαλωτίσαντος καὶ πέραν Εὐφράτου ἀπαγαγόντος καὶ κατοικίσαντος, εἰς δὲ Σαμάρειαν μετοικίσαντος εθνη τινὰ α Χουθαῖοι ἐπωνομάζοντο, ειτα καὶ τῆς παρὰ τοῦ Ναβουχοδονόσορ ἐπενηνεγμένης τῇ ̔Ιερουσαλήμ, καὶ ὡς ερημος ἡ πόλις ἐγένετο καὶ ὁ ναὸς ἐνεπέπρηστο καὶ τὸ εθνος απαν ἐξηνδραπόδιστο, καὶ ὡς μετὰ ἐνιαυτοὺς ἑβδομήκοντα κατὰ τὰς προρρήσεις τῶν προφητῶν ἐκκεχώρηται τῷ λαῷ ὑπὸ Κύρου τοῦ τὴν ̓Ασσυρίων βασιλείαν καθῃρηκότος ἐπανελθεῖν εἰς ̔Ιερουσαλὴμ καὶ τὴν πόλιν ἀνεγεῖραι καὶ ἀνακαινίσαι τὸ ἱερόν· τίς τε ην ὁ Κῦρος, καὶ οπως τὴν ̓Ασσυρίων βασιλείαν κατέλυσε, καὶ τίνες μετ' ἐκεῖνον τῆς βασιλείας ἐκράτησαν· καὶ οπως 1.7 καὶ παρὰ τίνων ἡ τῆς πόλεως ἐκωλύθη οἰκοδομή, κἀκ τίνος αυθις ἡ ταύτης ἐξεχωρήθη ἀνέγερσις· καὶ περὶ ∆ανιὴλ τοῦ προφήτου, καὶ οπως εκρινε τὰ τοῦ Ναβουχοδονόσορ ὀνείρατα καὶ τοῦ Βαλτάσαρ τὴν ορασιν, οτ' ειδεν ὁ βάρβαρος ἐκεῖνος τῆς χειρὸς τὸν ἀστράγαλον γράφοντα ἐν τῷ τοίχῳ, καὶ περί τινων τῶν τοῦ προφήτου ὁράσεων, α πάντα μετὰ συντετμημένης ἱστόρηται ἐξηγήσεως· καὶ περὶ τῶν τριῶν παίδων καὶ τῶν εἰς αὐτοὺς η δι' αὐτῶν γεγονότων ὑπὸ θεοῦ ἐξαισίων· περί τε τῆς ̓Εσθὴρ καὶ οπως τὸ τῶν ̔Εβραίων γένος πανωλεθρίας αυτη ἐρρύσατο· καὶ περὶ ̓Ιουδίθ, η τὸν ̓Ολοφέρνην κατασοφισαμένη ἀνεῖλε καὶ τὴν αὐτοῦ στρατιὰν παρέδωκεν εἰς ἀπώλειαν· καὶ περὶ Τωβίτ, καὶ οπως ἀορασίᾳ πληγεὶς καὶ ἐξ εὐπορίας εἰς ἀκριβῆ πενίαν συνελαθεὶς αυθις δι' ἀγαθοεργίαν θεοῦ προνοίᾳ τετύχηκε τοῦ ὁρᾶν καὶ πλούτου δαψίλειαν εσχηκεν. ἀλλὰ καὶ τὰ τοῦ Μακεδόνος ̓Αλεξάνδρου ἐνταῦθα συντέτμηνται, μνησθείσης τῆς ἱστορίας ἀναγκαίως κἀκείνου διά τε αλλα καὶ οτι τῇ ̔Ιερουσαλὴμ μετὰ τὴν ἐν ̓Ισσῷ τοῦ ∆αρείου προτέραν ητταν ἐπιδεδήμηκε καὶ τὸν ἀρχιερέα διαφερόντως ἐτίμησε, καὶ οπως τὴν Περσῶν κατέλυσε βασιλείαν καὶ ὑφ' ἑαυτὸν ἐποιήσατο, καὶ οσον ἐβασίλευσε χρόνον, καὶ ὡς εἰς τέσσαρας ἀρχὰς ἡ ἐκείνου βασιλεία θανόντος μεμέριστο· καὶ οσα ἐξ ̓Αντιόχου τοῖς ̓Ιουδαίοις γέγονε τοῦ ̓Επιφανοῦς, τῶνἐκείνου διαδόχων ἑνὸς ἀπογόνου τυγχάνοντος· καὶ ὡς οἱ ̓Ασαμωναῖοι τούτῳ ἀντέστησαν καὶ τῆς ἐξ αὐτοῦ τυραννίδος τοὺς ὁμοεθνεῖς ἐλυτρώσαντο, καὶ τίνες ουτοι, καὶ οπως τῶν ὁμοφύλων καὶ ἐπὶ πόσον προέστησαν· καὶ ὡς μετὰ τὴν ἐκ τῆς αἰχμαλωσίας τῆς ὑπ' ̓Ασσυρίων εἰς τὴν ̔Ιερουσαλὴμ ἐπανέλευσιν 1.8 οὐκ ην τὸ τῶν ̓Ιουδαίων εθνος βασιλευόμενον, ἀλλ' ὑπὸ τῶν ἀρχιερέων ἀρχόμενον· καὶ οτι οἱ τῶν εἰρημένων ̓Ασαμωναίων ἀπόγονοι τὴν ἀρχιερατικὴν τιμὴν περικείμενοι καὶ τὰ τοῦ εθνους ἰθύνοντες καὶ διάδημα ἑαυτοῖς περιέθεντο· καὶ οπως ̔Υρκανοῦ καὶ ̓Αριστοβούλου τῶν ἀδελφῶν διενεχθέντων περὶ τῆς ̓Ιουδαϊκῆς βασιλείας ὁ Μάγνος Πομπήιος στρατηγῶν τότε ̔Ρωμαίων, διαιτῆσαι μετακληθεὶς τοῖς ὁμαίμοσι, τήν τε πόλιν ειλεν ̔Ιερουσαλὴμ καὶ τὸ εθνος τοῖς ̔Ρωμαίοις ὑπέταξε· καὶ οπως ̔Ηρώδης ὁ ̓Αντιπάτρου υἱὸς μετὰ ταῦτα τῆς τῶν