Ἄρτεμις ἰοχέαιρα, κασιγνήτη ἑκάτοιο. Λητοῖ δ' ἀντέστη σῶκος ἐριούνιος Ἑρμῆς. Ταῦτα καὶ τοιαῦτα περὶ θεῶν ἐδίδαξεν ὑμᾶς Ὅμηρος, καὶ οὐχ Ὅμηρος μόνον ἀλλὰ καὶ Ἡσίοδος. Ὥστε, εἰ μὲν πιστεύετε τοῖς κορυφαιοτάτοις ὑμῶν ποιηταῖς, τοῖς καὶ γενεαλογήσασι τοὺς θεοὺς ὑμῶν, ἀνάγκη ὑμᾶς ἢ τοιούτους αὐτοὺς εἶναι νομί ζειν, ἢ μηθ' ὅλως θεοὺς αὐτοὺς εἶναι πιστεύειν. Eἰ δὲ τοὺς ποιητὰς παραιτεῖσθε λέγειν, ἐπειδὴ μύ θους τε αὐτοῖς πλάττειν ἐξεῖναί φατε καὶ πολλὰ πόῤῥω τῆς ἀληθείας περὶ θεῶν μυθωδῶς διεξιέναι, τίνας ἑτέρους τῆς θεοσεβείας ὑμῶν διδασκάλους ἔχειν οἴεσθε, ἢ πῶς ταύτην αὐτοὺς μεμαθηκέναι φατέ; Ἀδύνατον γὰρ τοὺς μὴ πρότερον παρὰ τῶν εἰδότων μεμαθηκότας τὰ οὕτω μεγάλα καὶ θεῖα πράγματα γινώσκειν. Τοὺς σοφοὺς πάντως δήπου καὶ φι λοσόφους λέξετε· ἐπὶ τούτους γάρ, ὥσπερ ἐπὶ τεῖχος ὀχυρόν, καταφεύγειν εἰώθατε, ἐπειδάν τις ὑμῖν τὰς τῶν ποιητῶν περὶ θεῶν ἀπαγγέλλῃ δόξας. Oὐκοῦν ἐπειδήπερ ἀπὸ τῶν πα λαιῶν καὶ πρώτων ἄρξασθαι προσήκει, ἐντεῦθεν ἀρξάμενος τὴν ἑκάστου δόξαν ἐκθήσομαι, πολλῷ γελοιοτέραν τῆς τῶν ποιητῶν θεολογίας οὖσαν. Θαλῆς μὲν γὰρ ὁ Μιλήσιος, ὁ πρῶτος τῆς φυσικῆς φιλοσοφίας ἄρξας, ἀρχὴν εἶναι τῶν ὄντων ἁπάντων ἀπεφήνατο τὸ ὕδωρ· ἐξ ὕδατος γάρ φησι τὰ πάντα εἶναι καὶ εἰς ὕδωρ τὰ πάντα ἀναλύεσθαι. Ἀναξίμανδρος δὲ μετὰ τοῦτον, ἀπὸ τῆς αὐτῆς ὁρμώμενος Μιλήτου, τὸ ἄπει ρον ἀρχὴν ἁπάντων ἔφησεν εἶναι· ἐκ τούτου γὰρ δὴ τὰ πάντα γίνεσθαι καὶ εἰς τοῦτο τὰ πάντα φθείρεσθαι. Τρίτος Ἀναξι μένης, καὶ οὗτος ἐκ τῆς Μιλήτου ὑπάρχων, ἀέρα τοῦ παντὸς ἀρχὴν εἶναι λέγει· ἐκ γὰρ τούτου τὰ πάντα γίνεσθαι καὶ εἰς τοῦτον τὰ πάντα ἀναλύεσθαί φησιν. Ἡράκλειτος ὁ Μετα πόντιος ἀρχὴν τῶν πάντων τὸ πῦρ εἶναι λέγει· ἐκ πυρὸς γὰρ τὰ πάντα γίνεσθαι καὶ εἰς τὸ πῦρ τὰ πάντα τελευτᾶν. Ἀναξαγόρας ὁ Κλαζομένιος ἀρχὰς τῶν πάντων τὰς ὁμοιο μερείας εἶναί φησιν. Ἀρχέλαος ὁ Ἀπολλοδώρου Ἀθηναῖος ἀέρα ἄπειρον καὶ τὴν περὶ αὐτὸν πυκνότητα καὶ μάνωσιν ἀρ χὴν ἁπάντων εἶναι λέγει. Oὗτοι πάντες, ἀπὸ Θαλοῦ τὰς διαδοχὰς ἐσχηκότες, τὴν φυσικὴν ὑπ' αὐτῶν καλουμένην μετῆλθον φιλοσοφίαν. Eἶθ' ἑξῆς ἀφ' ἑτέρας ἀρχῆς Πυθαγόρας Μνησάρχου Σάμιος ἀρχὰς τοὺς ἀριθμοὺς καὶ τὰς συμμετρίας καὶ τὰς ἐν αὐτοῖς ἁρμονίας καλεῖ τά τ' ἐξ ἀμφοτέρων σύνθετα στοι χεῖα, ἔτι μέντοι μονάδα καὶ τὴν ἀόριστον δυάδα. Ἐπίκουρος Νεοκλέους Ἀθηναῖος ἀρχὰς τῶν ὄντων σώματα λόγῳ θεω ρητὰ εἶναι λέγει, ἀμέτοχα κενοῦ, ἀγένητα, ἄφθαρτα, οὔτε θραυσθῆναι δυνάμενα οὔτε διάπλασιν ἐκ τῶν μερῶν λαβεῖν οὔτ' ἀλλοιωθῆναι, διὰ τοῦτο καὶ λόγῳ θεωρητά. Ἐμπεδοκλῆς Μέτωνος ὁ Ἀκραγαντῖνος τέσσαρα στοιχεῖα, πῦρ ἀέρα ὕδωρ γῆν, δύο δὲ ἀρχικὰς δυνάμεις, φιλίαν τε καὶ νεῖκος, ὧν ἡ μέν ἐστιν ἑνωτική, τὸ δὲ διαιρετικόν. Ὁρᾶτε τοίνυν τὴν ἀταξίαν τῶν παρ' ὑμῖν νομισθέντων γεγενῆσθαι σοφῶν, οὓς διδασκά