ΤOΥ AΓIOΥ IOΥΣΤIΝOΥ ΦIΛOΣOΦOΥ ΚAI ΜAΡΤΥΡOΣ AΝAΤΡOΠH ∆OΓΜAΤΩΝ ΤIΝΩΝ AΡIΣΤOΤEΛIΚΩΝ.

 Καὶ περὶ τούτων πάντες οἱ παρὰ τοῦ θεοῦ πρὸς πάντας ἀν θρώπους ἀποσταλέντες προφῆται ταὐτὰ φρονοῦντες διετέ λουν, καὶ διαφωνία ἐν αὐτοῖς γέγονεν οὐδεμ

 θετον, κατὰ σύνθεσιν ἀνάγκη γίνεσθαι· ἀλλ' εἰ ὁ τρόπος τῆς κατὰ σύνθεσιν γενέσεως πάσῃ γενέσει ἁρμόττει, περιττῶς τῶν ἄλλων τῆς γενέσεως τρόπων διέστα

 ἐστιν ἕτερον παρὰ τὴν ἀναίρεσιν παντὸς τοῦ ὄντος, ἔχουσα δὲ ταύτην ἡ ὕλη, πῶς οὐκ ἀνῄρηται αὐτῆς καὶ τὸ εἶναι αὐτὴν ὕλην Ἔτι εἰ ἀπόντος τοῦ εἴδους τῆ

 παρουσίᾳ αὑτῆς καὶ τῇ ἀπουσίᾳ, ἔσονται ἄρα αἱ ἀρχαὶ ὑπ' ἀλλήλων γιγνόμεναί τε καὶ ἀναιρούμεναι καὶ οὐκ ἀΐδιοι· τὸ γὰρ ἀΐδιον παρουσίας τινὸς καὶ ἀπουσ

 ·ηθέντος περὶ τῶν παρ' Ἕλλησι φιλοσόφων, ὡς κατὰ τὴν ἀποδεικτικὴν ἐπιστήμην περὶ τῶν ὄντων τοὺς λόγους μὴ πεποιηκότων, ἀλλ' εἰκασμῷ τὸ δοκοῦν διορισαμ

 ζῶον, τῇ δὲ γενέσει τοῦ ἁπλῶς ζώου τὸ ὑποκείμενον οὐκ ἦν σπέρμα, πῶς οὐκ ἔστι παρὰ φύσιν γιγνόμενον τὸ ζῶον ἐκ μὴ ζώου Eἰ πρὸ τοῦ γενέσθαι τὸ γιγνόμε

 καὶ στερεῖται μὲν ἡ ὕλη τοῦ τινὸς εἶναι ὕλην, τοῦ δὲ εἶναι αὐτὴν ὕλην οὐ στερεῖται, ἔσται ἄρα ἡ ὕλη ὂν καὶ οὐκ ὄν, ὂν μὲν διὰ τὸ εἶναι αὐτὴν ὕλην, οὐκ

 ρησις Eἰ, ὅτε πάρεστι τὸ εἶδος, τότε ἡ στέρησις οὐχ ὑπομέ νει, δῆλον ὅτι μὴ παρόντος τοῦ εἴδους ὑπομένει ἡ στέρησις. Πῶς οὖν οὐκ ἔστιν ἄτοπον τὸ λέγε

 αὐτὴν ἔχει καὶ τὸ ἀϊδίως ἀγένητον πρὸς τὸ γενέσθαι τι ἐξ αὐτοῦ κατὰ φύσιν καὶ κατὰ τέχνην. Πῶς οὖν ἐκ μὲν τοῦ ἀϊ δίως ἀγενήτου ἠδυνήθη ὁ θεὸς ποιῆσαί

 καὶ μεταβολῆς, ἄλλον δὲ τρόπον ἡ μορφὴ καὶ τὸ εἶδος τὸ κατὰ τὸν λόγον. Ὥσπερ γὰρ τέχνη λέγεται τὸ κατὰ τὴν τέχνην καὶ τὸ τεχνικόν, οὕτω καὶ φύσις τὸ κ

 ὑπέβαλε τῇ γενέσει οὐ μόνῃ τῇ αὐτομάτῳ, ἀλλὰ καὶ τῇ διὰ νοῦ τε καὶ φύσεως· ὅπερ ἐστὶ προδήλως ἄτοπον, τὸ τὸν εἰ ληφότα διὰ νοῦ τε καὶ φύσεως τὴν κατ'

 νατόν, ἐστὶ δὲ τῶν ἀδυνάτων τὸ μέλλον ἔσεσθαι ἀγένητον εἶναι, ἄναρχόν τε καὶ ἀτελεύτητον, ἔχον τε καὶ περιέχον ἐν ἑαυτῷ τὸν ἄπειρον χρόνον, ἔσται ἄρα

 Ὅτι δέ, εἰ μή ἐστιν ἄπειρον οὐδαμῶς, πολλὰ ἀδύνατα συμβαίνει, δῆλον· τοῦ τε γὰρ χρόνου ἔσται τις ἀρχὴ καὶ τε λευτή, καὶ τὰ μεγέθη οὐ διαιρετὰ εἰς μέγε

 μέν ἐστιν, ἐνεργείᾳ δὲ οὔ· ἀλλ' ἀεὶ ὑπερβάλλει τὸ λαμβα νόμενον παντὸς ὡρισμένου πλήθους. Ἀλλ' οὐχ ὁριστὸς οὗτος ὁ ἀριθμός, οὐδὲ μένει ἡ ἀπειρία ἀλλὰ

 προνοίας δεύτερος· εἰ δὲ ἀγενήτως τε καὶ ἀνάρχως ἐστὶν ὁ τόπος ὅ ἐστι καὶ ἔχει ὃ ἔχει, ἀγένητος ἄρα ὁ τόπος καὶ πρῶτος τῶν ἐν τόπῳ πάντων, ἐν οἷς ἐστι

 ποῦ τῷ ἐν τόπῳ Καὶ εἰ μὴ ἅπαν ἐν τόπῳ τὸ ὄν, πῶς οὐκ ἔσται ταὐτὰ τῷ μὴ ὄντι τινὰ τῶν ὄντων, εἴ γε τὸ μὴ εἶναι ἐν τόπῳ κοινόν ἐστιν ἀμφοτέρων Καὶ εἰ

 γεγονέναι. Oἷς τὸ γενητὸν καὶ τὸ γεγονέναι πρόσεστι, τούτων ἐξ ἀνάγκης τὸ ἀΐδιόν τε καὶ ἄναρχον καὶ τὸ ἄπειρον ἄπεστιν. λδ. Ἐκ τοῦ αὐτοῦ λόγου. Τότε φ

 λη. Ἐκ τοῦ αὐτοῦ λόγου. Ὅσα μήτε κινεῖται μήτε ἠρεμεῖ, οὐκ ἔστιν ἐν χρόνῳ· τὸ μὲν γὰρ ἐν χρόνῳ εἶναι ἐστὶ τὸ μετρεῖσθαι χρόνῳ, ὁ δὲ χρόνος κινήσεως κα

 νεσθαι χρόνος, οὕτως γέγονε καὶ ὁ παρελθών. Ἀλλ' ὁ μέλλων γίνεσθαι χρόνος, ὥσπερ τὴν μέλλουσαν γένεσιν ἔχει, οὕτως καὶ τὴν ἀρχήν· καὶ ὥσπερ οὐδὲν τοῦ

 εἶναι εὐθεῖαν. Aἱ ἀρχαὶ τῶν κατὰ φύσιν ἀεὶ γινομένων ἀΐδιοι εἶναι οὐ δύνανται. Eἰ γὰρ ἣν ἔχουσι φύσιν ταύτην μεταδιδόασι τοῖς ἐξ αὐτῶν γιγνομένοις, γε

 Τὸ δὲ ἐφ' ἑνὸς μὲν ὁτουοῦν τῶν γιγνομένων οὕτως ἔχει, ἀλλ' ἕτερον ἀναγκαῖον πρότερόν τι κινεῖσθαι τῶν γιγνο μένων, ὂν αὐτὸ καὶ μὴ γιγνόμενον, καὶ τούτ

 καθ' ἣν τὰ μὲν ὑπὲρ τὴν φύσιν γέγονε, τὰ δὲ κατὰ φύσιν. Eἰ ἔστιν ἀγένητον τὸ πρότερον καὶ ὕστερον, ἔσται ἄρα ὅτε τὸ ἀγένητον οὐκ ἀγένητον· ὅπερ ἐστὶν

 γομεν, οὗ μή ἐστιν ὑπόδεσις. Ὁ δὲ θεὸς καὶ ἡ φύσις οὐδὲν μάτην ποιοῦσιν. Eἰ ἦσαν ἐν φορᾷ σωμάτων κινήσεις ἐναντίαι, ἢ ἴσαι κατὰ τὴν ἀντιπερίστασιν κωλ

 κόσμους γενέσθαι ἐξ αὐτῆς, ἀλλ' εἰς γένεσιν ἑνὸς κόσμου ἀναλωθεῖσα ἄκοντα τὸν θεὸν ἔπαυσε τοῦ ποιεῖν πλείονας κόσμους να. Ἐκ τοῦ αὐτοῦ λόγου. Ὁ δὲ οὐ

 καὶ λόγον ἔνυλον ἐν τῇ ὕλῃ, δι' ὃν ἕτερον τὸ οὐρανῷ εἶναι τῷ τόδε οὐρανὸν εἶναι Eἰ οὐ δύναται ὁ οὐρανὸς ποιῆσαι τῇ βουλήσει ἃ ποιεῖ τῇ κινήσει, πῶς θ

 ληλα. Νῦν δὲ τοσοῦτόν ἐστι δῆλον, διὰ τίνα αἰτίαν πλείω τὰ ἐγκύκλιά ἐστι σώματα, ὅτι ἀνάγκη γένεσιν εἶναι, γέ νεσιν δέ, εἴπερ καὶ πῦρ, τοῦτο δὲ καὶ τὰ

 καὶ τὸ συμβαῖνον ἐν τοῖς κατὰ προαίρεσιν γινομένοις δεύ τερόν ἐστι τῆς προαιρέσεως), πῶς ὑπάρχει ἐν τοῖς ἀϊδίοις τὸ εἶναι τόδε τι διὰ τὸ εἶναι ἄλλο τό

 ταὐτομάτου ἐνδέχεται ἐν τοῖς ἀϊδίοις εἶναι, ὁ δὲ οὐρανὸς ἀΐδιος καὶ ἡ κύκλῳ φορά, διὰ τίνα ποτὲ αἰτίαν ἐπὶ θάτερα φέρεται, ἀλλ' οὐκ ἐπὶ θάτερα Ἀνάγκη

 αὐτὸ πάσχειν. Ταῦτα μὲν οὖν αὐτὰ ἐκθερμαίνεται διὰ τὸ ἐν ἀέρι φέρεσθαι, ὃς διὰ τὴν πληγὴν τῇ κινήσει γίνεται πῦρ· τῶν δὲ ἄνω ἕκαστον ἐν τῇ σφαίρᾳ φέρε

 φύσιν ἐκινεῖτο κίνησιν ἣν νῦν κινεῖται, πῶς οὐ μάτην ἐνεδέθη τῇ σφαίρᾳ Eἰ δὲ μὴ ταύτην ἐκινεῖτο κατὰ φύσιν, ἀλλ' ἑτέ ραν παρὰ ταύτην εἴτε τῷ ποσῷ εἴτ

 ἀεί Eἰ τοῖς ἀεὶ κινουμένοις ὡς ἁρμόδιον ἐδόθη τὸ σφαιρι κὸν σχῆμα, πῶς τῶν ἐχόντων τὸ σφαιρικὸν σχῆμα τὸ μὲν κινεῖται ἀεὶ ὡς ὁ οὐρανός, τὸ δὲ ἀεὶ ἠρε

 καὶ ἔχουσιν ἃ ἔχουσιν Eἰ οὐκ ἐχρῆν κινεῖσθαι τὰ ἄστρα, διὰ τί ὅλως κινοῦνται δι' ἑτέρων Eἰ δὲ ἐχρῆν κινεῖσθαι, διὰ τί μὴ δι' ἑαυτῶν κινοῦνται ἀλλὰ δ

 χείου παρὰ τὰ ἐνταῦθα ποτὲ δὲ ἐκ τῶν αὐτῶν στοιχείων, πῶς οὐκ ἔστι θατέρως ψευδόμενος ξγ. Ἐκ τοῦ αὐτοῦ λόγου. Περὶ μὲν οὖν τοῦ πρώτου τῶν στοιχείων ε

 καὶ αἱ πλίνθοι. Τοίνυν τῆς ὕλης οὐκ οὔσης οὐσίας, τίς ἐστιν ὁ ποιήσας ἐξ αὐτῆς τὰ γεγονότα ἐξ αὐτῆς, τῆς φύσεώς τε καὶ τέχνης ἀδυνατούσης ποιεῖν τι ἐκ

 βολή, ἀλλὰ εἰς τὸ ἐναντίον ἐν τῷ αὐτῷ γένει, οἷον ἐν τῇ ποιότητι οὐ γίνεται μεταβολὴ ἐκ τοῦ λευκοῦ εἰς τὸ μέγα ἀλλ' εἰς τὸ μέλαν, κατὰ τί οὖν μεταβάλλ

θετον, κατὰ σύνθεσιν ἀνάγκη γίνεσθαι· ἀλλ' εἰ ὁ τρόπος τῆς κατὰ σύνθεσιν γενέσεως πάσῃ γενέσει ἁρμόττει, περιττῶς τῶν ἄλλων τῆς γενέσεως τρόπων διέσταλται τῇ οἰκείᾳ διαφορᾷ. Ἔτι εἰ τὰ ὑποκείμενα ταῖς ·ηθείσαις γενέσεσιν οὐσίαι εἰσὶ καὶ ἐν αὐταῖς θεωρεῖται τὸ διττὸν τοῦ ὑποκειμένου, τουτέστι τὸ ὑποκείμενον καὶ τὸ ἀντικείμενον, ἡ δὲ ὕλη οὐσία οὐκ ἔστι, πῶς ἁρμόττει ὁ τρόπος τῆς γενέσεως τῶν ἐξ οὐσιῶν γιγνομέ νων τῷ τρόπῳ τῆς γενέσεως τῶν μὴ ἐξ οὐσίας γιγνομένων; Ἀνάγκη ἄρα ἢ οὐσίαν εἶναι τὴν ὕλην, ἢ τρόπῳ ἑτέρῳ γίγνεσθαι τὰ ἐκ τῆς ὕλης γιγνόμενα παρὰ τοὺς ·ηθέντας τρόπους τῆς γε νέσεως. Ἀλλ' ἐπειδὴ τῇ πραγματείᾳ τῆς Φυσικῆς ἀκροάσεως ἡ ὕλη διώρισται μὴ εἶναι οὐσία καὶ ὁ τρόπος τῆς γενέσεως τῶν ἐξ αὐτῆς γιγνομένων οὐ παραδέδοται, πῶς οὐ περιττὴ αὕτη ἡ πραγματεία, ἐν ᾗ τὸ σαφὲς ἄπορον; Ἔτι εἰ, ὡς ἀνάγκη τῇ φύσει καὶ τῇ τέχνῃ τὸ μὴ ἐκ τοῦ τυχόντος ποιεῖν τὰ τυχόντα, ἀλλ' ἐκ τῶν ὡρισμένων τὰ ὡρισμένα, οὕτως ἀνάγκη καὶ τῷ θεῷ ἐκ τῶν ὡρισμένων ποιεῖν τὰ ὡρισμένα, τίς ἐστιν ὁ τῷ θεῷ τοῦτον τὸν ὅρον θέμενος; Ὅτι δὲ τῇ φύσει καὶ τῇ τέχνῃ ὁ θεὸς ἔθηκε τοῦτον τὸν ὅρον, φανερόν. Eἰ δὲ ὁ θεὸς ὑπὸ τὸν ὅρον οὐκ ἔστιν, ἀλλὰ ποιεῖ ἐκ τοῦ τυχόντος τὰ τυχόντα, τῇ τοῦ ὅρου ἀνάγκῃ μὴ κωλυόμενος τοῦ ποιεῖν ἃ βούλεται, πῶς οὐκ ἠλευθέρωται καὶ τοῦ ὅρου τοῦ ποιεῖν ἐκ τῶν ὑποκειμένων κατ' ἀνάγκην; β. Τοῦ αὐτοῦ Ἀριστοτέλους ἐκ τοῦ αὐτοῦ λόγου. Ἔστι δὲ τὸ ὑποκείμενον ἀριθμῷ μὲν ἕν, εἴδει δὲ δύο. Ὁ μὲν γὰρ ἄνθρωπος καὶ ὁ χρυσὸς καὶ ὅλως ἡ ὕλη ἀριθμητή· τόδε γάρ τι μᾶλλον, καὶ οὐ κατὰ συμβεβηκὸς ἐξ αὐτοῦ γίνεται τὸ γιγνόμενον· ἡ δὲ στέρησις καὶ ἡ ἐναντίωσις συμβεβηκός· ἓν δὲ τὸ εἶδος, οἷον ἡ τάξις, ἡ μουσικὴ ἢ τῶν ἄλλων τι τῶν οὕτω κατηγορουμένων. ∆ι' ὧν ἔστι μὲν ὡς δύο λεκτέον εἶναι τὰς ἀρχάς, ἔστι δὲ ὡς τρεῖς· καὶ ἔστι μὲν ὡς τὰ ἐναντία, οἷον εἴ τις λέγοι τὸ μουσικὸν καὶ τὸ ἄμουσον ἢ τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἢ τὸ ἡρμοσμένον καὶ τὸ ἀνάρμοστον, ἔστι δὲ ὡς οὔ· ὑπ' ἀλλήλων γὰρ πάσχειν τὰ ἐναντία ἀδύνατον. Λύεται δὲ καὶ τοῦτο διὰ τὸ ἄλλο εἶναι τὸ ὑποκείμενον· τοῦτο γὰρ οὐκ ἐναντίον. Ὥστε οὔτε πλείους τῶν ἐναντίων αἱ ἀρχαὶ τρόπον τινά, ἀλλὰ δύο ὡς εἰπεῖν τῷ ἀριθμῷ, οὔτε αὖ παντελῶς δύο διὰ τὸ ἕτερον ὑπάρχειν τὸ εἶναι αὐτοῖς, ἀλλὰ τρεῖς. Eἰ ἔστι τὸ ὑποκείμενον ἀριθμῷ μὲν ἕν, εἴδει δὲ δύο, ἀφ' ὧν δεῖ ἓν τῷ ἑνὶ ὑποκεῖσθαι, πῶς οὐκ ἔστι τὸ ὑποκείμενον αὐτὸ ἑαυτῷ ὑποκείμενον; Eἰ δὲ τοῦτο ἀδύνατον, πῶς οὐκ ἔστι ψευδὲς τὸ εἴδει δύο εἶναι τὸ ὑποκείμενον; Ἔτι εἰ δεῖ ὑπο κεῖσθαί τι ἀεὶ τῶν γιγνομένων, ἔστι δὲ τοῦτο ἡ ὕλη, πῶς οὐκ ἔστιν ἡ ὕλη ἀεὶ γενητή; Ἀεὶ γὰρ τῷ ἑνὶ τῶν ἐναντίων ὑπόκειται. Ἢ γὰρ τῇ στερήσει ὑπόκειται ἢ τῷ εἴδει ἐναν τίῳ ὄντι τῇ στερήσει· καὶ τῷ εἴδει μὲν γίνεται ἔμμορφος, τῇ στερήσει δὲ ἄμορφος. Πῶς οὖν οὐκ ἔστιν οὐσία γενητὴ ἡ ὕλη, ἀεὶ τὸ εἶναι γενητῶς ἔχουσα; Ἔτι εἰ ἡ στέρησις οὐδέν