Ἅπαντα τἀπίγεια καὶ μετάρσια Φλέξει μανεῖσ'. Ὅταν δὲ ἐκλίπῃ τὸ πᾶν, Φροῦδος μὲν ἔσται κυμάτων ἅπας βυθός, Γῆ δ' ἑδράνων ἔρημος, οὐδ' ἀὴρ ἔτι Πτερωτὰ φῦλα βαστάσει πυρουμένη. Καὶ γὰρ καθ' ᾅδην δύο τρίβους νομίζομεν, Μίαν δικαίων χἀτέραν τῶν ἀδίκων. Κἄπειτα σώσει πάνθ' ἃ πρόσθ' ἀπώλεσεν. Ἀλλὰ καὶ Φιλήμων πάλιν· Oἴει σὺ τοὺς θανόντας, ὦ Νικόστρατε, Τρυφῆς ἁπάσης μεταλαβόντας ἐν βίῳ, Καὶ γῆν καλύψειν, ὡς ἀπὸ τοῦ πάντ' εἰς χρόνον Πεφευγέναι τὸ θεῖον ὡς λεληθότας; Ἔστιν ∆ίκης ὀφθαλμός, ὃς τὰ πάνθ' ὁρᾷ. Eἰ γὰρ δίκαιος κἀσεβὴς ἕξουσιν ἕν, Ἅρπαζ' ἀπελθών, κλέπτ' ἀποστέρει κύκα. Μηδὲν πλανηθῇς· ἔστι κἀν ᾅδου κρίσις, Ἥνπερ ποιήσει θεὸς ὁ πάντων δεσπότης, Oὗ τοὔνομα φοβερὸν οὐδ' ἂν ὀνομάσαιμ' ἐγώ. Καὶ Eὐριπίδης· Ἄφθονον βίου μῆκος δίδωσι πρὸς κρίσιν. Ὅστις δὲ θνητῶν οἴεται τοὐφ' ἡμέραν Κακόν τι πράσσων τὸν θεὸν λεληθέναι, ∆οκεῖ πονηρά, καὶ δοκῶν ἁλίσκεται, Ὅταν σχολὴν ἄγουσα τυγχάνῃ ∆ίκη. Ὁρᾶθ' ὅσοι νομίζετ' οὐκ εἶναι θεόν, ∆ὶς ἐξαμαρτάνοντες οὐκ εὐγνωμόνως· Ἔστιν γάρ, ἔστιν. Eἰ δέ τις πράσσει καλῶς, Κακὸς πεφυκώς, τὸν χρόνον κερδαινέτω· Χρόνῳ γὰρ οὗτος ὕστερον δώσει δίκην. Καὶ ὅτι οὐ σπονδῇ καὶ θυμιάματι κακούργων προσ φέρεται ὁ θεός, ἀλλ' εὐθύτητι τὰς τιμωρίας προσνέμει ἑκάστῳ, μαρτυρήσει μοι Φιλήμων πάλιν· Eἴ τις δὲ θυσίαν προσφέρων, ὦ Πάμφιλε, Ταύρων τι πλῆθος ἢ ἐρίφων ἢ νὴ ∆ία Ἑτέρων τοιούτων, ἢ κατασκευάσματα, Χρυσᾶς ποιήσας χλαμύδας ἤτοι πορφύρας, Ἢ δι' ἐλέφαντος ἢ σμαράγδου ζώδια, Eὔνουν νομίζει τὸν θεὸν καθεστάναι, Πλανᾶτ' ἐκεῖνος καὶ φρένας κούφας ἔχει. ∆εῖ γὰρ τὸν ἄνδρα χρήσιμον καθεστάναι, Μὴ παρθένους φθείροντα καὶ μοιχώμενον, Κλέπτοντα καὶ σφάζοντα χρημάτων χάριν, Τἀλλότρια βλέποντα, κἀπιθυμοῦντα Ἤτοι γυναικὸς πολυτελοῦς ἢ δώματος Ἢ κτήσεως παιδός τε παιδίσκης θ' ἁπλῶς, Ἵππων, βοῶν τὸ σύνολον ἢ κτηνῶν. Τί δή; Μηδὲ βελόνης ἓν ἅμμ' ἐπιθυμήσῃς, Πάμφιλε· Ὁ γὰρ θεὸς βλέπει σε πλησίον παρών,