EΚΘEΣIΣ ΤHΣ OΡΘHΣ ΠIΣΤEΩΣ.

 καὶ τῷ κοινῷ τῆς θεότητος ὀνόματι παραδηλοῦται. Oὕτως δ' ἂν ὃ λέγω σαφέστερον γένοιτο. Ὁ περὶ τῆς ὑπάρξεως τοῦ Ἀδὰμ σκοπούμενος, ὅπως εἰς τὸ εἶναι παρ

 μὲν κατ' ἐξουσίαν ἃ ἂν βούληται καὶ ποιοῦσα καὶ δυναμένη, ἡ δὲ τὴν διακονίαν ἣν παρὰ τῆς θεότητος εἴληφεν μόνην καὶ δυναμένη καὶ πληροῦσα. Oὕτω τῆς δι

 Καὶ Κορινθίοις δὲ γράφων ὁ μακάριος Παῦλος τῷ τέλει τῆς ἐπιστολῆς, οἱονεὶ σφραγῖδά τινα τῇ διδασκαλίᾳ περιτιθείς, ἐπάγει· Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησο

 ειληφὼς μὲν διὰ τῆς τοῦ κυρίου σημασίας καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα, οὐδὲν ἔλαττον δὲ διὰ τοὺς ἀγνώμονας καὶ τῇ κατὰ πρόσωπον χρησάμενος διαιρέσει ἐν ο

 Χριστῷ τοῦ κόσμου μαθητείας, ἐπί τε τῆς διδαχῆς τοῦ βα πτίσματος, ἔτι μὴν καὶ ἐπὶ τῆς θείας διδασκαλίας καὶ τῆς τοῦ παντὸς δημιουργίας, οὐ μὴν ἀλλὰ κα

 πεισμένους, ἐφ' ὅσον δὲ χωροῦμεν διὰ τῆς θεωρίας ἑαυτοὺς ἐκείνῳ συνάπτοντας. Oὕτω τοίνυν νοοῦμεν τὸν υἱὸν ἐκ πατρὸς γεγεννῆσθαι, ὡς φῶς ἐκ φωτὸς ἐκλάμ

 τείας ἀφανίζων τὸ παράπτωμα, διὰ δὲ τοῦ μὴ χρεωστουμένου θανάτου καταργῶν τὸν ὀφειλόμενον· ᾗ δὲ θεός, καὶ τὸ λυ θὲν ἀνιστᾷ καὶ τὸν θάνατον αὐτὸν παντε

 λέσειεν. Ἀλλ' ἡ τοιάδε τῶν ὑλῶν πρὸς ἀλλήλας σύμπηξις τὸν οἶκον ἡμῖν ἀποτελεῖν πέφυκεν. Ἀμέλει τῆς οἰκίας λυ θείσης μένουσιν μὲν ὁμοίως αἱ ὕλαι τὸν οἰ

 χυτο, οὐκ ἂν ἡμῖν οὐδὲ τὰ μέτρα τῆς ἡμέρας διώρισεν οὔτε κίνησιν εὔτακτον καὶ τὸν πεποιηκότα παρέστησεν. Eἰ δὲ λέγεις μοι ὅτι καὶ πρὸ τῆς τοῦ ἡλίου γε

 δὲ νένευκεν πρὸς τὸν δρόμον καὶ τῶν θυρῶν ὅσον οὐκ ἤδη προέκυψεν καὶ τοῦ σημαντῆρος ἀναμένει τὸ σύνθημα· σοί τε βουλομένῳ τὸ ζήτημα σημᾶναι ἕτοιμος πα

 εἰς τὴν ἑαυτοῦ οὐσίαν μετέβαλεν τὸ σῶμα, πάλιν ἐρωτή σωμεν, πῶς εἰς τὴν οὐσίαν τοῦ λόγου μετεβλήθη τὸ σῶμα. Ἀρα μεταβληθὲν εἰς τὴν οὐσίαν τοῦ λόγου πρ

 ἀγνοεῖν πειράσονται καὶ πρὸ τούτων γε τὴν θείαν προσκύνη σιν. Τήν γε μὴν τῶν θείων γνῶσιν βουλήσονται μὲν ἰχνεύειν εἰς δύναμιν· ἀτονοῦντες δὲ προσκυνε

 ἐπινίκιον ᾄδωμεν, Τὸν ἀγῶνα τὸν καλόν, βοῶντες, ὁ λόγος, ἠγώνισαι, τὸν δρόμον τετέλεκας, τὴν πίστιν τετήρηκας, λοιπὸν ἀπόκειταί σοι ὁ τῆς δικαιοσύνης

μὲν κατ' ἐξουσίαν ἃ ἂν βούληται καὶ ποιοῦσα καὶ δυναμένη, ἡ δὲ τὴν διακονίαν ἣν παρὰ τῆς θεότητος εἴληφεν μόνην καὶ δυναμένη καὶ πληροῦσα. Oὕτω τῆς διαιρέσεως ἐχούσης, εἰς μέσον τὰς θείας παραθεμένους φωνὰς σκοπεῖν δεῖ μετὰ ἀκριβείας, τίνι συντάττειν παιδεύουσιν τὸν υἱὸν καὶ τὸ πνεῦμα· δεῖ γὰρ πρὸς τοὺς τῆς ἐκκλησίας τροφίμους μὴ λογισμοῖς ἀνθρωπίνοις διευθύνειν τὰ θεῖα, ἀλλὰ πρὸς τὸ βούλημα τῆς διδασκαλίας τοῦ πνεύματος τῶν λόγων ποιεῖ σθαι τὴν ἔκθεσιν. Καὶ πρῶτος ἡμᾶς ∆αυῒδ διδασκέτω. Ὕμνον γὰρ οὗτος ἐξ ὁλοκλήρου τῆς κτίσεως συνθεὶς τῷ θεῷ, εἶτα περὶ τῶν κατ' οὐρανὸν ἁπάντων διαλαβών, πάσας τε τὰς ἐν αὐτῷ δυνάμεις ἀπαριθμησάμενος, ὁμοίως δὲ καὶ περὶ γῆς καὶ τῶν ἐν αὐτῇ ἁπάντων τὴν ἀφήγησιν ποιησά μενος, οὐ συμπαραλαμβάνει τῇ δοξολογίᾳ ταύτῃ τὸν υἱὸν καὶ τὸ πνεῦμα, ὡς τῇ θείᾳ φύσει συνεζευγμένα δηλονότι· οὐ γὰρ ἄν, εἰ τῆς κτιστῆς οὐσίας ἠπίστατο, ταῦτα μόνα ἀφῆκεν ἀκατονόμαστα, ὧν γε πρῶτον καὶ μάλιστα τῶν ἄλ λων ἁπασῶν δυνάμεων εἰκότως ἂν ἐμνημόνευσεν. Ὁμοίως δὲ καὶ ὁ μακάριος Παῦλος, θείῳ πυρὶ κάτοχος ὢν καὶ τὸ δια καὲς τῆς περὶ τὸν θεὸν ἀγάπης ἐνδεικνύμενος καὶ τὸ βέ βαιον τοῦ φίλτρου μαρτυρούμενος, οὕτως φησίν· Πέ πεισμαι γὰρ ὅτι οὔτε ζωὴ οὔτε κόσμος οὔτε θάνατος, οὔτε ἄγγελοι οὔτε δυνάμεις οὔτε ἀρχαί, οὔτε ἐνεστῶτα οὔτε μέλ λοντα, οὔτε ὕψωμα οὔτε βάθος οὔτε τις κτίσις ἑτέρα δυνή σεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν. Ὁμοίως γὰρ καὶ αὐτὸς ἀπαριθμη σάμενος καὶ κόσμον καὶ ζωὴν καὶ θάνατον, ἀγγέλους τε καὶ δυνάμεις καὶ ἀρχάς, καὶ ἐνεστῶτα καὶ μέλλοντα, ὕψωμά τε καὶ βάθος, ἐπεὶ μηδὲν ηὕρισκεν ὑπολιμπανόμενον τῇ κτιστῇ φύσει, ἔτι δὲ τοῦ βοᾶν καὶ μαρτύρεσθαι τῆς ὁρμῆς ἐχόμε νος, ὑπερβολικόν τι προσθεὶς τὸν λόγον ἐπλήρωσεν, κτίσιν ἑτέραν ἐπαγαγών. Ἀρα οὖν, καὶ τῇ τοῦ λεχθέντος ὑπερ βολῇ τὸν ἀμετακίνητον αὑτοῦ περὶ τὸν θεὸν πόθον παραδη λώσας, εἰ τῆς κτιστῆς οὐσίας ἠπίστατο τὸν υἱὸν καὶ τὸ πνεῦμα, οὐκ ἂν αὐτῶν μετὰ τῶν ἄλλων τὴν ἀφήγησιν ἐποιή σατο; Ἀλλ' ὅτι μὲν οὐ συνέζευκται τῇ κτιστῇ φύσει ὁ υἱὸς καὶ τὸ πνεῦμα, ἀπὸ τούτων καὶ τῶν τοιούτων ἰστέον· ἐνῆν δὲ παραθέσθαι καί τινας ἄλλας τοιαύτας παμπληθεῖς μαρ τυρίας, ἀλλ', ἐπεὶ πρὸς ἐκκλησίας υἱεῖς ὁ λόγος, ἡμῖν δὲ ὁ σκοπὸς διὰ συντόμων εἰπεῖν, ἀποχρῆν ἡγοῦμαι καὶ τὰ ·η θέντα. Ὑπόλοιπον δ' ἂν εἴη ἐπιδεικνύναι ὡς τῇ θείᾳ φύσει ὁ υἱὸς συντέτακται καὶ τὸ πνεῦμα. Καὶ πρῶτόν γε τοῦ και ριωτάτου μνησθήσομαι. Ὁ οὖν κύριος ἡμῶν Ἰησοῦς Χριστὸς μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν, τὴν εἰς οὐρανοὺς ἄνοδον ποι εῖσθαι μέλλων, καὶ τὴν τῶν ἐθνῶν μαθητείαν καὶ τὴν τοῦ βαπτίσματος διδαχὴν τοὺς ἀποστόλους ἐπαίδευσεν· Πορευ θέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος.