δος, ἄγνοιαν δὲ θεοῦ τὴν τὸ ψεῦδος εἰρηκυῖαν· ὅπερ ἐστὶ τρί τον εἶδος τοῦ μεγίστου κακοῦ, ἐκ τῆς ἑκουσίου ἀπειθείας τε καὶ ἀπιστίας ἀνθρώπων συμβαῖνον αὐτοῖς. Ὃ προθέμενος ὁ ἀποκρινάμενος ἀναιρεῖν, ἀνεῖλε μὲν τὰ κατὰ τοὺς Μανιχαίους δύο τοῦ μεγίστου κακοῦ εἴδη, τὸ δὲ καθ' ἡμᾶς οὐκ ἀνεῖλε. ∆ιὸ δυοῖν θάτερον ἀνάγκη ἡμᾶς λέγειν περὶ τοῦ ἀποκριναμένου, ἢ τὸ μὴ νοῆσαι τὸ καθ' ἡμᾶς τρίτον εἶδος τοῦ μεγίστου κακοῦ, ἢ τὸ μὴ εὐπορῆσαι δικαίας ἀντιλογίας τούτου ἀναιρετικῆς. Ὅτι δέ ἐστι τὸ καθ' ἡμᾶς μέγιστον κακὸν ἐξ ἀγνοίας θεοῦ συμβαῖ νον τοῖς ἀνθρώποις, δείκνυται οὕτως. Τὸ μέγιστον κακόν, τὸ μὴ ὂν κατ' οὐσίαν, τοῦτο διὰ τὴν ἄγνοιαν τοῦ θεοῦ ὑπέθεντο οἱ ἄνθρωποι εἶναι τοῖς ἑαυτῶν δόγμασι. Μαρτυρεῖ δὲ τούτῳ καὶ αὐτὸς ὁ ἀποκρινάμενος ἐν οἷς ἔλεγε· Μέγιστον κακὸν οὐδέν ἐστι· καὶ εἴ τις ὑπόθοιτο μέγιστον κακόν, εὑρεθήσεται ἑτέρα ἀρχὴ ἐναντία τῷ θεῷ, ὅπερ οἱ Μανιχαῖοι κακῶς λέγοντες λέ γουσι. Καὶ γὰρ ἄτοπον τὸν θεὸν μὴ πάντα καταλαμβάνειν, μὴ πᾶσι τὴν ἑαυτοῦ ἀγαθότητα ἐπιλάμπειν. Μέγιστον τοίνυν κακὸν οὐδέν. Ἐν τούτοις ἀνῄρηται μὲν τὸ κατ' οὐσίαν μέγιστον κακόν, ὑπολέλειπται δὲ τὸ καθ' ὑπόθεσιν ἐν δόγματι, ὃ ἐθή καμεν ἡμεῖς ἐν τῇ ἐρωτήσει. Ἀλλ' ἐπειδὴ πρὸς ἀναίρεσιν τοῦ καθ' ἡμᾶς μεγίστου κακοῦ ὁ ἀποκρινάμενος ἀποτεινόμενος ἔλεγε Μέγιστον κακὸν οὐδέν ἐστι, διὰ τοῦτο δῆλός ἐστιν ὁ ἀποκρινάμενος ἢ μὴ νοήσας, καθὰ εἴρηται, τὸ καθ' ἡμᾶς μέ γιστον κακόν, ἢ μὴ εὐπορήσας δικαίας ἀντιλογίας. Ἀλλ' εἰ τοῦτο οὕτως ἔχει, δῆλον ὅτι ἔστι μέγιστον κακὸν ἐν ἀνθρώποις καθ' ὑπόθεσιν ἐν δόγματι. Eἰ γάρ, φησί, μέγιστον τῶν ἀγα θῶν ὁ θεός ἐστιν, ἀληθὴς μὲν καὶ εὐσεβὴς ἡ φωνὴ ἡ λέγουσα τὸν θεὸν μέγιστον εἶναι τῶν ἀγαθῶν. Ἀλλ' ἐπειδή τινες τῶν ἀνθρώπων ἐξ ἀγνοίας θεοῦ ἀποστεροῦσι μὲν τὸν ὄντως ὄντα θεὸν τῶν δικαίων αὐτοῦ προσηγοριῶν τε καὶ τιμῶν, καὶ προσ άπτουσιν αὐτὰς τοῖς οὐκ οὖσιν, ἆρά γε οὐ δοκεῖ τῷ ἀποκρινα μένῳ ἀσέβειαν εἶναι διπλῆν, ἧς μείζων οὐκ ἔστι, τὸ τὸν μὲν ὄντως ὄντα θεὸν ἀγνοεῖν, τὸν δὲ οὐκ ὄντα ταῖς ἐκείνου τιμᾶν προσηγορίαις καὶ τιμαῖς; Πῶς δὲ ἐνδέχεται κατὰ τὴν ἐκείνου ἀπόφασιν λέγουσαν μὴ εἶναι μέγιστον κακὸν ἐν ἀνθρώποις, τῆς μεγίστης ἀσεβείας οὔσης ἐν ἀνθρώποις, εἰ μή τι γε ἄρα τὴν μεγίστην ἀσέβειαν οὐχ ἡγεῖται μέγιστον εἶναι κακόν; Eἴ τις, φησίν, ὑπόθοιτο μέγιστον κακόν, εὑρεθήσεται ἑτέρα ἀρχὴ ἐναντία τῷ θεῷ, ὅπερ οἱ Μανιχαῖοι κακῶς λέγοντες λέγουσι. Καὶ γὰρ ἄτοπον τὸν θεὸν μὴ πάντα καταλαμβάνειν, μὴ πᾶσι τὴν ἑαυτοῦ ἀγαθότητα ἐπιλάμπειν. Μέγιστον τοίνυν κακὸν οὐδέν. Eἰ μέγιστον κακὸν οὐδέν ἐστιν ἐν ἀνθρώποις, πῶς διέ βαλες τοὺς Μανιχαίους ὡς κακῶς λέγουσιν ἃ λέγουσιν; Eἰ μὲν γὰρ κακῶς λέγουσιν οἱ Μανιχαῖοι ἃ λέγουσιν, δῆλον ὅτι κακόν ἐστι τὸ λεγόμενον παρ' αὐτῶν· πᾶς γὰρ ὁ λέγων κακῶς τὸ κακὸν λέγει κακῶς· τὸ δὲ κατὰ τοὺς Μανιχαίους κακὸν τοιοῦτόν ἐστιν, οὗ μεῖζον οὐκ ἔστιν. Ἀλλ' εἰ ἀληθὲς τοῦτο, ἀληθῶς ἄρα ἐστὶ μέγα κακὸν ἐν ἀνθρώποις, εἰ καὶ μὴ κατ' οὐσίαν, ἀλλ' ἐν ὑποθέσει καὶ δόγματι.