ἄδικον τὸ τούτους ὡς ἀποσφαλέντας τῆς ἀληθείας ὑποβάλλειν κολάσεσιν; Ἀπόκρισις. Τοσοῦτον οὐκ ἐζήτησαν οἱ αἱρετικοὶ πάσῃ δυνάμει τὴν ἀλήθειαν, ὅτι καὶ ἀποδεικνυμένην αὐτοῖς παρὰ τῶν ταύτην εὑρηκότων οὔτε ἤκουσαν οὔτε ἠνέσχοντο δέξασθαι αὐτήν. Καὶ εἰ μὲν ἀληθὴς αὕτη ἡ ἀπολογία, ἐχρῆν αὐτοὺς ἀλλήλοις συγ γινώσκειν σφαλλομένοις, ὡς ἀσθενείᾳ δυνάμεως καὶ οὐ πονηρίᾳ γνώμης τὰς αἱρέσεις συστησαμένοις μαχομένας ἑαυταῖς τε καὶ τῇ ἀληθείᾳ. Νῦν δέ, καθὰ κατακρίνουσιν ἀλλήλους ἐπὶ τῷ ἀλλοτρίῳ τοῦ φρονήματος, δῆλοί εἰσιν ὅτι ἐκ φιλοδοξίας ἢ ἀντιπαθείας τῶν αἱρεσιαρχῶν πᾶσαι αἱ αἱρέσεις τὰς ἀφορμὰς ἐσχήκασι τῆς συστάσεως αὐτῶν· δι' ἣν αἰτίαν λύκοι βαρεῖς ὑπὸ τοῦ ἀποστόλου ὠνομάσθησαν οἱ τῶν αἱρέσεων ἀρχηγοί. Ὅτι δὲ ἀδύνατόν ἐστι μὴ τυχεῖν τῆς εὑρέσεως τῷ ἐν ὅλῃ καρ δίᾳ τε καὶ δυνάμει ἐπιζητοῦντι τὴν ἀλήθειαν, μαρτυρεῖ ὁ κύ ριος λέγων· Πᾶς ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρήσει, καὶ τῷ κρούοντι ἀνοιγήσεται. Ἐρώτησις ε. Eἰ ἐν ταῖς ἐκκλησίαις τῶν αἱρετικῶν δυνάμεις ἐνεργοῦν ται, οἷον νοσημάτων ἰάσεις καὶ πνευμάτων διωγμοὶ ἀκαθάρ των, καρπῶν γῆς φορὰ καὶ ἐλαίου ἀναβλύσεις, πῶς οὐκ ἀνάγκη ἐκ τούτων ἐν τῇ πλάνῃ βεβαιοῦσθαι ἐκείνους; Ἀπόκρισις. Ὥσπερ τὸ ἀνατέλλειν τὸν ἥλιον ἐπὶ πονηροὺς καὶ ἀγα θοὺς καὶ βρέχειν ἐπὶ δικαίους καὶ ἀδίκους οὐκ ἔστι βεβαιω τικὸν πονηρῶν καὶ ἀδίκων ἐν τῇ πονηρίᾳ καὶ ἀδικίᾳ ἀλλὰ παρασκευαστικὸν εἰς δικαίαν τιμωρίαν, οὕτως οὐκ ἔστι βε βαιωτικὸν τῶν αἱρετικῶν ἐν τῇ πλάνῃ τὸ ἐνεργεῖν τινας ἐν αὐτοῖς δυνάμεις. Eἰ γὰρ ἦν ἀπόδειξις καὶ σημεῖον εὐσεβείας τὸ ἐνεργεῖν δυνάμεις, οὐκ ἂν ὁ κύριος ἀδοκίμους τε καὶ ἀνα ξίους τῆς πρὸς αὑτὸν οἰκειώσεως ἀπεφαίνετο τοὺς εἰρηκότας· Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν καὶ τῷ σῷ ὀνό ματι δαιμόνια ἐξεβάλομεν καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν; λέγων πρὸς αὐτούς· Oὐδέποτε ἔγνων ὑμᾶς, ἀπο χωρεῖτε ἀπ' ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν! Oὐκ εἰπών, διδάξας ἡμᾶς, ψωμίζειν καὶ ποτίζειν τὸν πεινῶντα καὶ δι ψῶντα, πολὺ μᾶλλον αὐτὸς τὰ ὅμοια ὧν ἐδίδαξεν ἡμᾶς ποιεῖ, σωρεύων πῦρ ἐπὶ τὰς κεφαλὰς αὐτῶν τῶν ἀξίως τὸν δωτῆρα τῆς πίστεως οὐκ ἐγνωκότων; Ἐρώτησις . Eἰ ἐν τοῖς ἀλγοῦσι καὶ ἡδομένοις τὸ παθητικὸν διαδεί κνυται, τούτου δὲ οἱ ἁμαρτωλοὶ κἀκείνου οἱ δίκαιοι ἐν τῇ κρίσει, πῶς ἀληθεύει ὁ λέγων ἀπάθειαν τοῖς ἀνθρώποις μετὰ τὴν ἀνάστασιν κομίζεσθαι; Ἀπόκρισις. Ἀπαθεῖς λέγομεν ἀναστήσεσθαι, ὅτι ἀφ' ὧν ἐσμεν κατὰ φύσιν τροπὴν οὐ δεχόμεθα, οὔτε εἰς τὰ ἀντικείμενα κατὰ τὸ ὂν καὶ μὴ ὄν, οὔτε εἰς τὰ ἐναντία κατὰ τὸ μᾶλλον καὶ ἧττον·