ἄλογον γὰρ τὸ κεχρῆσθαι μὲν ταῖς τοῦ ἀσωμάτου ἐνεργείαις, ἀγνοεῖν δὲ τοῦ ἀσωμάτου τὴν ὕπαρξιν. Ἄλλο. ∆ύο εἰσὶν ἐν ἡμῖν καταληπτικαὶ τῶν πραγμά των δυνάμεις, ἥ τε αἴσθησις καὶ ἡ νόησις· ὧν αἱ ἐνέργειαι τοσούτῳ ἀλλήλων διαφέρουσιν, ὅσῳ τὰ ὑπὸ θατέρου κατα λαμβανόμενα μὴ δύνανται καταλαμβάνεσθαι ὑπὸ τοῦ ἑτέρου. Ἀλλ' ἐπειδὴ πᾶσαι δυνάμεις οὐσιῶν εἰσι δυνάμεις, διὰ τοῦτο ἀνάγκη εἶναι οὐσίας δύο, ὧν τῆς μὲν ἴδιον τὸ αἰσθάνεσθαι, τῆς δὲ τὸ νοεῖν. Ἀλλ' εἰ τοῦτο, ἔστιν ἄρα οὐσία τις ἀσώ ματος, ἧς ἴδιον ὑπάρχει τὸ νοεῖν, ὥσπερ τὸ αἰσθάνεσθαι τῷ σώματι. Ἄλλο. Eἰ ἔστι τι ἔμψυχον, ἀνάγκη εἶναι τὴν ψυχήν· τῇ γὰρ τῆς ψυχῆς μετοχῇ τὸ ἔμψυχον ὑπάρχει ἔμψυχον. Eἰ ἡ ἐπιστήμη οὐκ ἔστιν ἐφ' ἑαυτῆς, ἀλλ' ἐν τῇ ψυχῇ, ἀνάγκη ἄρα εἶναι τὴν ψυχὴν ἐφ' ἑαυτῆς, ἐν ᾗ ὑπάρχει ἡ ἐπιστήμη. Ἄλλο. Eἰ τὸ μὲν σῶμα δεῖται τῆς ψυχῆς πρὸς τὸ ζῆν τε καὶ αἰσθάνεσθαι, ἡ δὲ ψυχὴ οὐ δεῖται τοῦ σώματος, οὔτε πρὸς τὸ ζῆν οὔτε πρὸς τὸ νοεῖν, ἕτερον ἄρα ἡ ψυχὴ παρὰ τὸ σῶμα. Ἄλλο. Eἰ ἡ μὲν ψυχὴ προστάττει τῷ σώματι, τὸ δὲ σῶμα ὑπουργεῖ τοῖς τῆς ψυχῆς προστάγμασιν, ἕτερον ἄρα τι ἡ ψυχὴ παρὰ τὸ σῶμα. Ἄλλο. Eἰ ἡ μὲν ψυχὴ τεχνίτου λόγον ἐπέχει, τὸ δὲ σῶμα ὀργάνου, οὐ ταὐτὸν δὲ ὑπάρχει τῷ τεχνίτῃ τὰ ὄργανα, οὐ ταὐτὸν ἄρα τῇ ψυχῇ τὸ σῶμα. Ἄλλο. Eἰ πρῶτος ὁ λόγος καὶ ὕστερον τὸ κατὰ τὸν λόγον (ἐν μὲν γὰρ τῇ ψυχῇ ὁ λόγος, ἐν δὲ τῇ ὕλῃ τὸ κατὰ τὸν λόγον), ἕτερον ἄρα τι ἡ ὕλη παρὰ τὴν ψυχήν. Τὸ δὲ ὕλης ἕτερον, τοῦτο καὶ σώματος ἕτερον. Ἄλλο. Eἰ τὸ μὴ ὂν σῶμα οὐδὲ οὐσία ἐστί, πῶς διαι ρεῖται ἡ οὐσία εἰς σῶμα καὶ ἀσώματον, τοῦ διαιρουμένου ἀνάγκῃ ὑπάρχοντος ἐν τοῖς εἰς ἃ διαιρεῖται; Ἐρώτησις. Eἰ ἔστι τι ἀσώματον, πόθεν δῆλον ὅτι αὐτὸ ἐφ' ἑαυτοῦ δύναται εἶναι; Ἀπόκρισις. Oὗ τῇ παρουσίᾳ τὸ σῶμα τὸ καθ' ἑαυτὸ ζωῆς τε καὶ αἰσθήσεως καὶ διανοίας μέτοχον, καὶ τῇ ἀπουσίᾳ πάλιν νε κρόν τε καὶ ἀναίσθητον καὶ ἀδιανόητον γίνεται, τοῦτο ἀνάγκη εἶναι ἐφ' ἑαυτοῦ, ὡς τῇ ἑαυτοῦ φύσει ὑπάρχον ἄφθαρτον. Ἄλλο. Τὸ κατασκευάζειν ἐπιστημόνως τὰς λογικὰς ἀπο ρίας, καὶ ταύτας ὁμοίως ἐπιστημόνως λύειν, οὐκ ἔστιν αἰσθή σεως ἔργον· ὡμολόγηται γὰρ τὸ μὴ δύνασθαι τὴν αἴσθησιν οὐσίας τε καὶ ἀληθείας ἐφάπτεσθαι γνώσεως. Eἰ δὲ τοῦτο, καὶ ἐπιστήμης μέν ἐστι τὸ ἐφάπτεσθαι οὐσίας τε καὶ ἀληθείας γνώσεως, αἰσθήσεως δὲ οὐκ ἔστι, τὸ δὲ μὴ ὂν τῆς αἰσθήσεως οὐδὲ σώματός ἐστιν, ἀνάγκη ἄρα εἶναί τι ἀσώματον ἐφ' ἑαυ τοῦ, ἐν ᾧ ὑπάρχει ἡ ἐπιστήμη. Ἄλλο. Eἰ δεῖ τὴν οὐσίαν εἶναι ἐφ' ἑαυτῆς, διαιρεῖται