1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

3

ἡμᾶς τοῦ θεοῦ δικαιοτάτης παιδείας οἷον προοίμιον. Τοῦτο τῶν κατειπεῖν ᾑρημένων ἐκείνου σαφέστατος ἔλεγχος καὶ τοὺς ἀδικίαν κατ' ἐκείνου λαλοῦντας ὅτι μὴ προδοσίαν ἐσκέψατο, μηδὲ τῶν σφίσι δοκούντων συνιέντας βαθύτερον, ἐνδίκως ἐπιστομίζει. Οἶμαι γὰρ ἐγώ, δεῖξαι βουληθεὶς ὁ θεὸς οἷος μὲν ὁ ἱερὸς ἐκεῖνος ἀνὴρ καὶ τίνων ἄξιος ἦν, οἷοι δ' ἡμεῖς καὶ τίνας εἰσπραχθῆναι δίκας δίκαιοι ἦμεν, διὰ τοῦτο τὰ καθ' ἑκάτερον μέρος οὕτως ᾠκονόμησε συμφερόντως].

4 [Τούτου οὗν τοῦ δεινοῦ, τῆς τελευτῆς ἐκείνου φημί, προστεθειμένου τοῖς ἄλλοις καὶ πάντων τῶν ἐν τῇ πόλει, ἀνδρῶν, γυναικῶν, παίδων, Λατίνων τε καὶ αὐτῶν Ἰουδαίων, ἐλεεινῶς πρὸς ἀλλήλους διομιλούντων καὶ τὰ μὲν ἄλλα, ὅσα τούτους ἐπίεζε δηλονότι τῇ λήθῃ παραπεμπόντων, τὴν τοῦ ποιμένος δὲ στέρησιν ἐπὶ νοῦν λαμβανόντων καὶ συνεχῶς προφερόντων, τῆς τοῦ Θεοῦ τε παιδείας, ὡς προὔφην, καὶ τῆς γεγενημένης ἁλώσεως καὶ λεγόντων σημεῖον τοῦτο καὶ πιστευόντων, οὕτως οὖν διατεθέντων καὶ] ὀλίγου δή τινος ἐν τῷ μεταξὺ παρεληλυθότος τοῦ χρόνου, χεῖρον ἢ πρότερον ἔσχε τὰ πράγματα καὶ σύγχυσις πανταχοῦ, ἄλλων ἄλλα βουλευομένων καὶ μηδὲν ἐν ταὐτῷ συνελθεῖν δυναμένων. Καὶ παραπλήσιόν τι τοῖς ἐπὶ νηὸς χειμαζομένοις ἐπάσχομεν, ὅταν ὁ κυβερνήτης ἀπῇ· πάντα γὰρ ἐκεῖ ταράχου μεστὰ καὶ ἡ ναῦς, οὐκ ἔχουσα τὸν ἰθύνοντα ταῖς τῶν ἀνέμων βίαις τοῦ πρόσω χωρεῖν ἀκινδύνως, οὐ συγχωρεῖται. Τῶν μὲν οὖν δὴ πλειόνων δυσχεραινόντων ὅτι μὴ σφίσιν ἐξῆν προδοῦναι τὴν πόλιν τοῖς Τούρκοις, [δεδιότων ἴσως ὃ γέγονεν ὕστερον,] ἄγγελος ἧκε τὸν Μουράτην ἐφ' ἡμᾶς κεκινῆσθαι μηνύων, πλεῖστον ὅσον στρατὸν συναγείραντα καὶ διὰ πάντων καλῶς παρεσκευασμένον. Τοῖς μὲν οὖν δεκτέα πως ἔδοξεν ἡ ἀγγελία καὶ πιθανή, τοῖς δὲ μή, καὶ μάλιστα Λατίνοις, εἴτε μεγαλοψυχεῖν προσποιουμένοις εἴτε πεῖραν οὐκ ἐσχηκόσι τῶν Τούρκων, ᾧ καὶ μᾶλλον ἔγωγε πείθομαι. Πόθεν γὰρ εἴδησις τούτοις ἐν θαλάττῃ καὶ γεννωμένοις καὶ εἰς γῆρας διαιτωμένοις, πρὸς συμπλοκάς τε καὶ μάχας, αἷς τὸ τῶν Τούρκων κέχρηται γένος, ἔχουσιν οὐκ ἐπιτηδείως καὶ μηδὲ δυναμένοις ἢ διὰ τριηρῶν ἀπελθεῖν εἰς ὑπερορίαν, ἡνίκ' ἂν καὶ ἔνθα βούλοιντο; Μικρὸν τὸ μεταξὺ καὶ πάλιν ἕτερος ἄγγελος ταὐτὰ τῷ προτέρῳ καὶ αὐτὸς διαγγέλλων καὶ τοὺς λόγους ὅρκοις πιστούμενος ἀσφαλέσιν, ἐφ' οἷς ἐπείσθημεν μὲν ἡμεῖς, μηδὲν ἄλλο παρ' αὐτὸ προσδοκῶντες (τοῦτο γὰρ ὁ πολυετὴς ἡμᾶς ἐδίδασκε συγκλεισμὸς καὶ τὰ πράγματα), ἐπείσθησαν δὲ καὶ Λατῖνοι καὶ πρὸς παρασκευὴν δεῖν ἔδοξε τούτοις διεγηγέρθαι.

5 Καὶ δὴ πρῶτον μέν, οὗπερ ἤρξαντο πρότερον ἔργου, πρὸς τελείωσιν σπουδαιότερον διετέθησαν. Τὸ δ' ἦν ἡ περὶ τὰς ἐπάλξεις αὐτῶν ἐπιμέλεια· μικρὸν γὰρ πρόσθεν διὰ φροντίδος πολλῆς πεποιήκεσαν τὰς ἐπάλξεις τοῦ τείχους παντὸς διαφράξαι σανίσιν, ὡς ἐν ἀσπίσι, τοὺς μὲν ἔξω πολεμίους ἀπειργούσαις τοῦ βέλεσι τιτρώσκειν τοὺς ἔνδον δεῆσαν προκῦψαι, τοῖς δ' ἐπὶ τῶν τειχῶν ἱσταμένοις πολλὴν τὴν ἄδειαν παρεχούσαις ἀφανῶς λίθοις ἄνωθεν βάλλειν τοὺς ἐπιόντας καὶ τῷ προστυχόντι παντὶ προσπελάσαι τοῖς τείχεσι βουληθέντας. Ἔπειτα δὲ δεῖν ἀριθμῆσαι τοὺς ἄνδρας ᾠήθησαν καὶ καταμαθεῖν, εἰ πρὸς τὰς τοῦ ὅλου τείχους ἐπάλξεις καὶ τὸν περίβολον τὸν πρὸς ἤπειρον ἐξαρκοῦσι. Καὶ δὴ στῆναι πάντας ἐπὶ τῶν τειχῶν μεθ' ὧν εἶχεν ἕκαστος ἐπιτρέπουσιν ὅπλων, ὡς ἂν καὶ μάρτυρας τοὺς ἰδίους ἔχωσιν ὀφθαλμούς. Οὗ δὴ γεγονότος ἦν ἰδεῖν ἐπὶ δύο καὶ τρεῖς ἐπάλξεις ἕνα ἄνδρα ἱστάμενον καὶ τούτων τοὺς πλείους μήθ' ὅπλα κεκτημένους (προανάλωσε γὰρ ἡ πενία) μήτε πρὸς μάχην ἐπιτηδείους καὶ πόλεμον· τοῖς γὰρ συνεχέσι κακοῖς καὶ τῇ περὶ τὸ ζῆν ἀπορίᾳ περιῄρηνται καὶ τὸ δύνασθαι. Οἱ Λατῖνοι δ' ὅμως, ἄλλως οὐκ ἔχοντες διαπράξασθαι (ἄνδρας γὰρ ἑτέρους μαχίμους οὐκ εἶχον παρὰ τοὺς ὄντας τῇ πόλει), δεῖν ἐξ ἀνάγκης ᾤοντο πάντας γοῦν ἑτοίμως ἔχειν πρὸς πόλεμον. [Μεταστῆσαι δὲ καὶ τὴν ἀγορὰν πρὸς φυλακὴν ἀκριβεστέραν τῆς πόλεως δέον