1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

3

πόλεως ἐπιτερπὲς λουτρὸν παμμέγεθες· εὑρὼν δὲ καὶ τὸν παρακείμενον τόπον τοῖς ∆ιοσκόροις ἀνακείμενον ἐποίησε τοῦτον ἱπποδρόμιον, ἰκρίοις καὶ στοαῖς διακοσμήσας αὐτόν, καὶ ἄλσος ἐκκόψας δύο τινῶν ἀδελφῶν ὑποκείμενον δεσποτείᾳ καὶ εἰς τὸ νῦν ὁρώμενον κάλλος τοῦτο μεταγαγών. ὅτι Ῥωμαῖοι τὰ δίζυγα ἅρματα βίγας ἐκάλουν, ἐξ ὧν καὶ βιγάριοι. 1.13 Πλεύσας ἐκεῖθεν Αἰνείας μετὰ πολλὰς ὅσας πλάνας κατάγεται ἐν πόλει τῆς Ἰταλίας λεγομένῃ Λαυρεντίᾳ, ἣν καὶ Ὀππικήν φασιν ὀνομασθῆναί ποτε, ἐξ ἧς καὶ ὀππικίζειν, καὶ ὡς τὸ πλῆθος, ὀφφικίζειν τὸ βαρβαρίζειν Ἰταλοὶ λέγουσιν. εἶτα ἐπιγαμβρεύσας Λατίνῳ βασιλεύοντι τῆς χώρας αὐτός τε βασιλεύσας τρισὶν ἐνιαυτοῖς οἴχεται. τοσούτων οὖν ἐπιξενωθέντων τῆς Ἰταλίας, ὥσπερ ἐδείχθη, Λατίνους μὲν τοὺς ἐπιχωριάζοντας, Γραικοὺς δὲ τοὺς ἑλληνίζοντας ἐκάλουν, ἀπὸ Λατίνου τοῦ ἄρτι ἡμῖν ῥηθέντος καὶ Γραικοῦ, τῶν ἀδελφῶν, ὥς φησιν Ἡσίοδος ἐν Καταλόγοις· Ἄγριον ἠδὲ Λατῖνον. Κούρη δ' ἐν μεγάροισιν ἀγαυοῦ ∆ευκαλίωνος Πανδώρη ∆ιὶ πατρί, θεῶν σημάντορι πάντων μιχθεῖσ' ἐν φιλότητι τέκε Γραικὸν μενεχάρμην. 1.14 Ῥωμύλος δὲ κτίζει τὴν Ῥώμην τῇ πρὸ δεκαμιᾶς Καλενδῶν Μαΐου, κατὰ τὸ τρίτον τῆς ἕκτης, ἢ ὡς ἕτεροι κατὰ τὸ δεύτερον τῆς ὀγδόης· ἡ δὲ ὥρα τῆς πόλεως ὥρα δευτέρα πρὸ τρίτης, ὡς Ταρρούτιος ὁ μαθηματικὸς κατεστήριξεν, ∆ιὸς μὲν ἰχθῦσι, Κρόνου δὲ καὶ Ἀφροδίτης καὶ Ἄρεος καὶ Ἑρμοῦ Σκορπίῳ,Ἡλίου δὲ Ταύρῳ καὶ Σελήνης Ζυγῷ· ἢ ὡς ἕτεροι Ἠλίου μὲν Ταύρῳ, Σελήνης δὲ Παρθένῳ, Κρόνου δὲ Ζυγῷ, ∆ιὸς δὲ Λέοντι, Ἄρεος Ζυγῷ, Ἀφροδίτης Ταύρῳ,Ἑρμοῦ Κριῷ. ἀρχὴν δὲ ἐνιαυτοῦ δίδωσι Ῥωμύλος τὸν Μάρτιον πρὸς τιμὴν Ἄρεος· ἐξ αὐτοῦ γὰρ αὐτὸν γενέσθαι λόγος .... δέκα μόνοις μησίν. 1.15 Ἡ δεκὰς πλήρης ἀριθμός ἐστιν, ὅθεν καὶ παντέλεια καλεῖται, πάσας τὰς ἰδέας τῶν ἄλλων ἀριθμῶν καὶ λόγων καὶ ἀναλογιῶν καὶ συμφωνιῶν περιέχουσα· γνώμων γὰρ ἐν τοῖς οὖσίν ἐστιν ἡ δεκὰς πάντα χαρακτηρίζουσα, καὶ ἰδίως τὸ ἐν ἑκάστῳ ἄπειρον ὁρίζουσα, καὶ πάντων οὖσα συναγωγός τε καὶ συνακτικὴ καὶ ἀποτελεστικὴ τῶν ὅσα ἥ τε νοητὴ περιέχει φύσις ἥ τε ὑπὸ Σελήνην. οὕτως γὰρ ἡμῖν παραδίδωσιν ὁ Παρμενίδης· πρώτιστα μὲν τὰ νοητά, δεύτερα τὰ ἐν τοῖς ἀριθμοῖς, τρίτα τὰ συνεκτικά, τέταρτα τὰ τελεσιουργά, πέμπτα τὰ διαιρετικά, ἕκτα τὰ ζωογονικά, ἕβδομα τὰ δημιουργικά, ὄγδοα τὰ ἀφομοιωματικά, ἔννατα τὰ ἀπόλυτα, δέκατα τὰ ἐγκόσμια. ὀρθῶς οὖν αὐτὴν ὁ Φιλόλαος δεκάδα προσηγόρευσεν, ὡς δεκτικὴν τοῦ ἀπείρου, Ὀρφεὺς δὲ κλαδοῦχον, ἐξ ἧς ὡσεὶ κλάδοι τινὲς πάντες οἱ ἀριθμοὶ φύονται. 1.16 ∆ιέμεινεν ἀπὸ Κρόνου ἕως κτίσεως Ῥώμης κατὰ τὸν ἐν Σελήνῃ δρόμον παραφυλαχθεὶς ὁ ἐνιαυτός, ἐπὶ δὲ Ῥωμύλου ὁρίζεται, ὡς ἐλέγομεν ἔμπροσθεν, δεκαμηνιαῖος, τῶν μὲν ὑπὲρ τριακάδος ἡμέρας πλείους, τῶν δὲ ἐλάττονας λαχόντων μηνῶν· οὔπω γὰρ ἀπὸ τῆς Ἡλίου κινήσεως ἐφυσιολογεῖτο αὐτοῖς τὸ τοῦ χρόνου διάστημα. 1.17 Ὁ Πομπίλιος Νουμᾶς, ἐφ' οὗ Πυθαγόρας ἦν, δυοκαίδεκα μησὶ τὸν ἐνιαυτὸν ἀριθμεῖσθαι διώρισε κατὰ τὸν ἐν Φαίδρῳ Σωκράτην, ὅς φησι τὰς τῶν ὅλων τάξεις τῇ δωδεκάδι περιειλῆφθαι· ἐπὶ τὸ πᾶν γὰρ ὁ θεὸς τῷ ἀριθμῷ τούτῳ κατεχρήσατο διαζωγραφῶν αὐτό, ὥς φησιν ὁ Πλάτων. οἰκεῖον γὰρ τὸ σχῆμα τοῦτο τῇ τοῦ παντὸς ἰδέᾳ· καὶ γὰρ κυκλικόν, ἐπεὶ καὶ θαυμαστή ἐστιν ἡ τῆς δωδεκάδος φύσις, διά τε ἄλλα καὶ ἐπειδὴ συνέστηκεν ἐκ τοῦ στοιχειωδεστάτου καὶ πρεσβυτάτου τῶν ἐν οὐσίαις εἰδῶν παραλαμβανομένων, ὥς φασιν οἱ ἀπὸ τῶν μαθημάτων, ὀρθογωνίου τριγώνου· αἱ γὰρ τοῦδε πλευραὶ ἐκ τριῶν οὖσαι καὶ τεττάρων καὶ πέντε συμπληροῦσι τὸν ἀριθμὸν τῶν δώδεκα τοῦ ζωοφόρου κύκλου τὸ παράδειγμα· διπλασιασθείσης δὲ ἑξάδος τῆς γονιμωτάτης, ἥτις ἐστὶν ἀρχὴν τελειότητος ἐκ τῶν ἰδίων συμπληρουμένη μερῶν .... διατάττει δὲ Νουμᾶς δυοκαίδεκα μηνῶν τὸν ἐνιαυτὸν πρὸς συντέλειαν τῶν