Adversus Manichaeos (homilia 1)

 περικάρδιον αἷμα περὶ τὴν ἔξωθεν ἐπιφάνειαν διαχέοντος, καὶ μεταβολὴ γέγονεν, διὰ πά- θους τε καὶ ἐνεργείας, καὶ τῆς περὶ τὸ χρῶμα ποιότητος. Εἰ δὲ τὴ

 ἵνα οὕτως ἐξ ἀντιφράξεως, στερεμνίου σώματος μεσολα- βοῦντος, ὁ κατ' ἀντίθετον τοῦ φωτὸς κείμενος σκιάζοιτο τόπος ἐν ἀπουσίᾳ τῆς ἡλιακῆς ἀκτῖνος. Πῶς

 ὄντος φωτὸς εἴπω τὸ σκότος; Μᾶλλον οὖν, ὡς εἶπον, τὸ μήπω πεφωτι- σμένον τοῦ ἀέρος σκότος ὀνομαστέον. 11. Εἰ δέ τις καὶ λογικαῖς μεθόδοις τὴν τοῦ φωτὸ

 κοσμεῖσθαι ὑπὸ τοῦ ἀγαθοῦ; Εἰ μὲν γὰρ ἐφιεμένη κοσμεῖται ὑπὸ τοῦ θεοῦ, ἔστι τις ἐν αὐτῇ τοῦ ἀγαθοῦ ἔφεσις καὶ οὐκ ἂν εἴη ἀμιγῶς κακὴ ἡ τοῦ ἀγαθοῦ ἐφιε

 

ἵνα οὕτως ἐξ ἀντιφράξεως, στερεμνίου σώματος μεσολα- βοῦντος, ὁ κατ' ἀντίθετον τοῦ φωτὸς κείμενος σκιάζοιτο τόπος ἐν ἀπουσίᾳ τῆς ἡλιακῆς ἀκτῖνος. Πῶς οὖν τὸ παρεπόμενον σκότος τοῖς δημιουργηθεῖσι, φημὶ δὴ σώματι καὶ τόπῳ καὶ φωτί, τῶν δημιουργημάτων πρωτεύειν ὑπειλήφασι, μηδενὸς συγχωροῦντος λόγου τὸ γινόμενον πρὸ τοῦ ποιοῦντος ὑπάρχειν; Εἰ δὲ πρὸς ἀνατροπὴν τῆς ἀληθείας καὶ τὸ φῶς ἐν ἀπουσίᾳ τοῦ σκότους ὑφίστασθαι φιλονεικήσουσιν ὡς διὰ τὴν ἐν ἑκατέροις ἰσότητα ἀλλήλοις ἀντιπαραχωρεῖν καὶ μεθίστασθαι, τούτους ὁ λόγος ἐλέγξει διὰ τῶν παρ' ἕκαστα γινομένων τὰς ἀποδείξεις ποιούμενος. Οὐδὲ γὰρ τὸ φῶς ἐξίσταται τῷ σκότει, ὡς ἔστιν ἰδεῖν ἐκ τοῦ διὰ πυρὸς γινομένου φωτός· παρουσίᾳ γὰρ τούτου τὸ σκότος ἐξίσταται, εἰ καὶ λίαν ἀφεγγὲς καὶ ζοφῶδες ὑπάρχοι· φωτὸς δὲ παρόντος, παρείσδυσις οὐδεμία τῷ σκότει γενήσεται. Εἰ δὲ καὶ τοῦτο δοθείη, καὶ ὡς αὐτοί φασιν ἀληθὴς ὁ λόγος, τὸ ἀντιπαραχωρεῖν ἀλλήλοις τὸ φῶς τε καὶ τὸ σκότος, οὐ παρὰ τοῦτο ἀγένητον ἔσται τὸ σκότος. Εἰ γὰρ τὸ φῶς τὸ αἰσθητὸν γενητὸν ὑπάρχει καὶ τὸ ἀντικείμενον σκότος ἔσται γενητόν· ἐν γὰρ μόνοις γενητοῖς ἡ ἐναντιότης, οὐκ ἐν τοῖς ἀγενήτοις εὑρίσκε- ται· ἐναντίον δὲ τὸ φῶς καὶ τὸ σκότος. 9. Εἰ δέ φασι μὴ περὶ τοῦ παρ' ἕκαστα γινομένου σκότους ζητεῖν, περὶ δὲ τοῦ ἐξ ἀρχῆς καὶ περὶ τοῦ φωτὸς συστάντος, περὶ οὗ γέγραπται· Καὶ σκότος ἦν ἐπὶ τῆς ἀβύσσου, ὃ οὐκ ἄν τις εἴποι γεγονέναι σώματος ἀντιπράττοντος τὴν ἐκ τοῦ φωτὸς λαμπηδόνα-οὔπω γὰρ τὸ φῶς ἐδεδημιούργητο-φαμὲν πρὸς αὐτούς, ὑπερβάντες τὰ τῷ μακαρίῳ Βασιλείῳ πρὸς εὐγνώμονας εἰρημένα ἀκροατάς· φιλό- νεικοι γὰρ ὄντες τοῖς ἡμετέροις διδασκάλοις ἀπεχθάνονται· οὕτως οὖν πρὸς αὐτοὺς ἀπαντητέον· Μόνος ὁ ἀὴρ τῶν σωμάτων, κατὰ φύσιν ἔχων καὶ μὴ ἐξ ἀτμίδος τινὸς παχυνθείς, οἰκεῖον οὐ κέκτηται χρῶμα, ὅπερ ἴδιόν ἐστι τῆς ὄψεως αἰσθητόν· ὡς γὰρ ἡ γεῦσις χυμῶν πικρῶν τε καὶ γλυκέων καὶ στυφόντων διακρίνει τὰς διαφοράς, ἡ δὲ ὄσφρησις τῶν ὀδμῶν ἀντιλαμβάνεται καὶ ἡ ἀκοὴ ψόφων τε καὶ ἤχων καὶ ἁφὴ πάσης ἀντιτυπίας λείας τε καὶ τραχείας, οὕτως καὶ ἡ ὄψις ἰδιαζόντως τῶν χρωμάτων ἐστὶ διακριτική. Ἐπεὶ οὖν ὁ ἀὴρ ἀχρωμάτιστός ἐστιν, ὡς ἔφην, εἰ- κότως καὶ ἀόρατος κατὰ φύσιν ὑπάρχει, | οὐ μόνον ἄνευ φωτὸς ὑπάρχων-τοῦτο γὰρ ἐπὶ τῶν ἄλλων, τῶν ὁρατῶν φύσει σωμάτων, εὑρήσεις· ἄνευ γὰρ φωτὸς καὶ τούτων οὐδέν ἐστιν ὁρᾶν -ἀλλὰ καὶ ὅταν αὐτῷ τῷ ἀέρι φῶς ἐπιγένηται, οὐχ ὁρᾶται, ἀχρωμάτιστος ὤν, οὐδὲ συγκεκραμμένον δι' ὅλου τοῖς ἑαυτοῦ μέρεσιν ἔχει τὸ φῶς, καὶ τοῦτο σοφῶς τοῦ θεοῦ πεποιηκότος, ὅπως, μηδενὸς ἐμποδὼν γινομένου χρώματος τοῦ φυσικῶς ἐνυπάρχοντος τῷ ἀέρι, τὰς ἡμῶν ὄψεις ἀχρόνως παραπέμποι πρὸς τὰ ὁρώμενα διὰ τῆς τοῦ φωτὸς δι' ὅλου πρὸς αὐτὸν ἀνακρά- σεως. 10. Τὸ οὖν ἀχρωμάτιστον φύσει τοῦ ἀέρος καὶ μήπω πεφωτισμένον ὁ Μωϋσῆς σκότος ὠνόμασεν. Οὐ τοῦτο δὲ λέγω ὅτι τὸν ἀέρα τὸν μήπω πεφωτισμένον καὶ ἀχρωμάτιστον σκότος ὠνόμασεν· οὕτω γὰρ ἡμῶν λεγόντων ὑπολήψεταί τις ὡς ὅτι ὁ ἀὴρ σκότος ὠνόμασται καὶ οἰήσεται τὸ σκότος ὑφεστηκός, ἐπείπερ ὑφέστηκεν ὁ ἀήρ, ὃν σκότος εἶναι προσωμολογήσαμεν. Οὐ τοῦτο οὖν φημι, ἀλλ' ὅτι τὸ μὴ πεφωτισμένον καὶ ἀχρωμάτιστον τοῦ ἀέρος, ἅτινα μὴ ὄντα ἐστί, κατὰ στέρησιν εἰρημένα, ταῦτα ἐκάλεσε σκότος. Εἰ δὲ τὸ ἀχρωμάτιστον καὶ μὴ πεφωτισμένον στέρησις καὶ οὐκ ὄντα τυγχάνει, φανερὸν ὅτι καὶ αὐτὸ τὸ σκότος ἀνυπόστατον καθ' ἑαυτό. τὸ γὰρ δι' ἀνυποστάτων γνωριζόμενον καὶ οὐ καθ' ἑαυτό, πολὺ μᾶλλον αὐτὸ ἀνυπόστατον ἔσται. Οὐκ ἀπουσίᾳ δὲ φωτὸς τὸ σκότος ἐκεῖνο, τὸ ἐπὶ τῆς ἀβύσσου, Φαμέν· τὸ γὰρ ἐν ἀπουσίᾳ τινὸς γινόμενον δείκνυσι τοῦτο πρότερον ὄν, εἶτα ἀφεστηκέναι καὶ τῇ τούτου ἀπουσίᾳ γεγονέναι τὸ γεγονός. Οὔπω δὲ τὸ φῶς ἦν· οὐ γὰρ ἐγεγόνει. Πῶς οὖν ἀπουσίᾳ τοῦ μήπω