στοιχείων γὰρ εἶδος ὀστέου ἐργάζεται καὶ σαρκός, φλεβῶν τε καὶ νεύρων, καὶ τῶν φυτῶν τὰς μυρίας ἰδέας, χρωμάτων τε καὶ χυμῶν καὶ μετάλλων τὰς ποικίλας διαφοράς. 9. Εἰ τοίνυν τοσοῦτον ὑπερέχει τῆς ἀνθρώπων τέχνης ἡ φύσις, πῶς οὐκ ἀνάγκη καὶ τὴν τοῦ θεοῦ δημιουργίαν ἀσυγκρίτως ὑπερβεβηκέναι καὶ τὴν τῆς φύσεως ἐργασίαν; Οὐκοῦν εἰ ἤδη ἡ φύσις τὰ εἴδη μὴ ὄντα παράγει, ἐν ὑποκειμένῳ μέντοι προϋπάρχοντι ταῦτα δημιουργεῖ διὰ τὸ ἀδυνάτως ἔχειν ἄλλως τὴν δημιουργικὴν αὐτοῖς ἐνδείκνυσθαι δύναμιν ἄνευ τινὸς προϋποκειμένου, ἀνάγκη πᾶσα, εἴπερ καὶ ὁ θεὸς δημιουργεῖ καὶ εἰς τὸ εἶναι παράγει τὰ ὄντα, ἔχειν τι πλέον τὴν αὐτοῦ δημιουργίαν τῆς φύσεως· οὐδὲν δὲ ἂν ἔχοι πλέον, εἰ μὴ δύναιτο ἐκ τοῦ μηδαμῇ μηδαμοῦ ὄντος εἰς τὸ εἶναι παράγειν τὰ πράγματα, ἀλλὰ δέοιτο καὶ αὐτός, ὥσπερ ὁ τεχνίτης ἄνθρωπος καὶ ἡ φύσις, ὑποκειμένου τινὸς προϋπάρχοντος, ἐν ᾧ τὴν ἑαυτοῦ δημιουργικὴν ἐνέργειαν ἐπιδείξεται, καὶ μηδὲ τοσοῦτον ὑπερέχοι τῆς φύσεως, ὅσον ὑπερέχει τῆς τέχνης ἡ φύσις, οὐ σχημάτων μόνον κατὰ τὴν τῶν ἀνθρώπων τέχνην, ἀλλὰ καὶ διαφόρων οὐσιῶν οὖσα δημιουργός. 10. Ἄλλως τε πάσης ἀτοπίας ἀνάμεστον τὸ διὰ τῶν μερικῶν καὶ παρ' ἕκαστα γινομένων τοῦ ὅλου τὰς ἀποδείξεις ποιεῖσθαι. Εἰ γὰρ τοῖς μερικοῖς δημιουργήμασιν ἐνορῶντές φασιν· "6Ἐπεὶ οὐδεὶς δημιουργὸς ἄνευ ὕλης ποιεῖ, διὰ τοῦτο καὶ ὁ θεὸς ἄνευ ὕλης οὐ ποιήσει"6, ἴστωσαν ὅτιπερ ἡ παντὶ τεχνίτῃ ὑποκειμένη ὕλη ἐκ προτέρας δημιουργηθεῖσα προνοίας ἢ τέχνης ὑπόκειται, ὡς τὰ ξύλα καὶ σίδηρον καὶ λίθοι, ἀνθρώποις τεχνίταις πρὸς τὸ σχηματίζεσθαι μόνον ὑποκείμενοι, ἐκ φύσεως | τεχνικῆς ἀπὸ γῆς βεβλαστήκασι, καὶ ἡ φύσις δὲ ἐξ ὄντων δημιουργοῦσα, ἐκ προνοίας τινὸς εὑροῦσα προϋπάρχουσαν ὕλην δημιουργεῖ. Εἰ οὖν ἡ ὕλη καὶ αὐτῷ τῷ δημιουργοῦντι τὸ ὅλον ὑπόκειται, τῷ θεῷ, λεγέτωσαν ποία τέχνη ταύτην προϋπεστήσατο, καὶ οὕτω τὸ σοφὸν αὐτῶν ἐλεγχθήσεται· πάντως γὰρ θείαν φήσουσι τοιαύτην προϋποστήσασθαι τέχνην. Ἀλλὰ δὴ καὶ ἐκ τῶν παρ' αὐτοῖς ὁμολογουμένων ἀπελέγξω τὸν ἰσχυρὸν αὐτῶν, ὡς οἴονται, λόγον, ὡς οὐ δεῖ τοῖς μερικοῖς τὴν τοῦ ὅλου ποιεῖσθαι ἀπόδειξιν· ἀστρονομίαν γὰρ δῆθεν ἀσπάζονται καὶ κίνησιν τοῦ παντὸς ὑποτίθενται. Εἰ οὖν τὴν ἀπόδειξιν ἐκ τῶν μερικῶν τοῦ ὅλου ποιοῦνται καί φασιν· Ἐπείπερ τῶν μερικῶν ἕκαστον ἐξ ὄντων ὁρᾶται γινόμενον, οὕτω καὶ τὸ πᾶν ὑπὸ θεοῦ ἔκ τινος πρότερον ὄντος γενέσθαι χρή, εὔλογον αὐτοὺς καὶ τὸ τοῖς μερικοῖς ἑπόμε- νον καὶ τῷ παντὶ συμβαίνειν ὑποτίθεσθαι. Καὶ ἐπειδὴ τῶν μερικῶν ἕκαστον κινεῖται καὶ τὸ πᾶν δὲ κινεῖται, ἄρα ὡς κινεῖται τὸ μερικὸν κινηθήσεται καὶ τὸ πᾶν. Ἀλλ' οὐχ ὁμοία τούτων ἡ κίνησις· τὰ μὲν γὰρ μερικὰ ἐξ ὅλου τὸν τόπον ἀμείβει, τὸ δὲ ὅλον οὐ μεθίσταται τοῦ οἰκείου τόπου, ἀλλὰ περὶ τὸ ἴδιον κέντρον ἐκπεριέρχεται, ἐπεὶ μὴ ἔστιν ἑτέρα χώρα εἰς ἣν μετασταίη ποτέ. 11. Καὶ πρὸς ἄλληλα δὲ καὶ αὐτῶν ἐκ τῶν μερικῶν τὴν τοῦ παντὸς γένεσιν κανονίζειν ἐπιχειρούντων, καὶ ὡς τὰ μερικὰ ἐξ ὄντων γίνεσθαι, οὕτω καὶ τὸ πᾶν ἐξ ὄντων γεγενῆσθαι φασκόντων, τὰ αὐτὰ ῥητέον ὅσα πρὸς ἔλεγχον Μανιχαίων διῆλθεν ὁ λόγος. Προσθετέον δὲ ὅτι ἀνάγκη τὰ τῶν μερικῶν καὶ ἐπὶ τοῦ ὅλου θεωρεῖσθαι· ἐπειδὴ τὰ μερικὰ ἐν γενέσει καὶ φθορᾷ θεωρεῖται, ἄρα καὶ τὸ ὅλον γενέσει καὶ φθορᾷ ὑποκείσεται καὶ οὐκέτι ἀγένητος καὶ ἄφθαρτος ἔσται κατὰ τοὺς τῶν Ἑλλήνων σοφοὺς ὁ κόσμος, ἀλλὰ γενητὸς ἅμα καὶ φθαρτός· ἅπερ ὁμολογεῖν οὐκ ἀνέχονται. Καὶ τούτοις μὲν τοῖς λόγοις ἀποδέδεικται μὴ ἀγένητον εἶναι τὴν ὕλην. 12. Ἰστέον δὲ ὡς οὐδὲ τέχνη ἄνευ τῆς φύσεως καὶ θεοῦ ἐνεργήσει, οὔτε φύσις