γὰρ ἦν μὴν ἡμέραν ἄγων κδʹ, καθ' ἣν ἡ τῆς ἁγίας καὶ πρωτομάρτυρος Θέκλας ἑορτὴ τελεῖται χριστιανοῖςπολλῆς κακώσεως καὶ λύμης ἐνέπλησε τὸ στρατιωτικόν· ἥ τε γὰρ ἵππος σχεδὸν ἅπασα καὶ τῶν παρόντων οἱ πλείους τῷ κρύει καὶ τῷ ὄμβρῳ, γυμνοὶ καὶ ἀπαράσκευοι τυγχάνοντες, τὸ ζῆν ἐναπέρρηξαν. Ἐπιλελοίπασι δὲ παρὰ πᾶσαν ἐλπίδα καὶ τὰ ἐπιτήδεια ποταμίων ῥευμάτων φορᾶς καὶ χειμῶνος γενόμενα πάρεργον.
Ἀναστολῆς δὲ μετρίας γενομένης καὶ τῶν νιφετῶν ἀνακωχὴν λαβόντων ἐξῄει ὁ βασιλεύς, πλείστους δὲ τῷ ποταμῷ ἀποβαλὼν ὑπὸ σκιὰν ἔστη δένδρου τινὸς ἅμα τῶν ὑπερεχόντων τισί. Μετ' ὀλίγον δὲ ἠχῆς γενομένης ἐκ τῆς δρυὸς πρόεισι μικρὸν ὁ βασιλεύς, ὅσον μὴ τῷ μήκει ταύτης καταλαμβάνεσθαι, ῥιζόθεν δ' αὕτη ἀνασπασθεῖσα ὑπτία τῇ γῇ προσήρεισε. Γέγονε δὲ ἐνεὸς ὁ βασιλεὺς λογισάμενος οἵας τελευτῆς ἐπωδύνου παρὰ μικρὸν τυχεῖν ἔμελλεν. Ἦν δὲ οὐκ ἀγαθὸς οἰωνὸς τὸ συμβάν, ἀλλὰ προοίμιον τῆς μελλούσης αὐτὸν καταλαβεῖν τύχης καὶ τῶν ἤδη γεγενημένων εἴσπραξις καὶ τιμωρία. Εὐχαριστῶν δὲ ἐπὶ τῷ συμβεβηκότι τῷ Θεῷ ναὸν ἐν τῷ παλατίῳ τῶν Βλαχερνῶν ἐπὶ τῷ ὀνόματι τῆς πρωτομάρτυρος Θέκλας ἀνήγειρε 108 κάλλιστον. Προβιβάζων δὲ τὸν στρατὸν ἀπῄει ταχέως ἐπὶ τὴν βασιλεύουσαν, λογοποιουμένην ἀποστασίαν ἐν τῇ ἀνατολῇ ἐνωτιζόμενος. Καταλαβὼν δὲ καὶ πάντα ψευδῆ εὑρηκὼς κυνηγεσίοις ἑαυτὸν ἐψυχαγώγει καὶ τῇ ἄλλῃ ἀνέσει κατὰ τὸν τῇ βασιλίδι προκείμενον πορθμὸν ἀνιών. Περὶ δὲ ὥραν ἀρίστου φῶς ἀστραπηβόλον τοῖς τόποις ἐκείνοις ἐνέσκηψε, Νεάπολις τούτοις τὸ γνώρισμα, χοῖρός τέ ποθεν ἐπιφανεὶς ἐφ' ἑαυτὸν τὸν βασιλέα ἐξεκαλέσατο, ὃν ἐπιδιώκων ὁ βασιλεὺς ἄχρι καὶ θαλάσσης ἐξήλασεν. Ὡς δὲ ὁ χοῖρος τὴν θάλασσαν εἰσδὺς ἀφανὴς ἐγένετο, ὁ βασιλεὺς ἐξαίφνης πληγεὶς τῷ ἀστραπηβόλῳ φωτὶ τοῦ ἵππου τε ἀπεσφαιρίσθη καὶ πρὸς τῇ γῇ ἀφρίζων ἐκυλίετο. Ἀκατίῳ δὲ ἐμβληθεὶς πρὸς τὰ βασίλεια διασῴζεται παρακεκομμένος καὶ ἑαυτοῦ μηδόλως ἐπαισθανόμενος. Νοσημαχήσας δὲ ἐφ' ἡμέρας τινὰς τὸν μόρον ἐκαραδόκει καὶ διὰ τοῦτο πρὸς ἐξιλέωσιν τοῦ θείου ἀσπάζεται τὴν μετάνοιαν καὶ τὴν βασιλικὴν ἐξουσίαν, ἧς παρανόμως ἐδράξατο, ἑκοντὶ μεθίησι, τοῦτό γε καλῶς ποιησάμενος, καὶ τὸν μοναδικὸν ἀσπάζεται βίον, τὴν πρὶν εὐδοξίαν καὶ τρυφὴν ὑποπτώσει ἑκουσίᾳ καὶ μετριότητι διορθούμενος. Ὃ δὲ μᾶλλον δείκνυσιν ὡς εἰλικρινῶς καὶ ψυχῆς ἐξ ὅλης μεταμεμέληται ἐφ' οἷς ἔπραξε, βασιλέα προχειρίζεται οὐ τὸν ὁμαίμονα αὑτοῦ Ἰωάννην, οὐ τὸν ἀδελφιδοῦν ἑαυτοῦ Θεόδωρον τὸν ∆οκειανόν, οὐκ ἄνδρα προσζεύξας τῇ θυγατρὶ οὔτ' ἄλλον τινὰ τῶν πρὸς αἷμα ᾠκειωμένων αὐτῷ, ἀλλὰ τὸν πρόεδρον Κωνσταντῖνον, ᾧ ∆ούκας τὸ πατρωνυμικὸν ἀνέκαθεν ἦν, ὡς συνίστορα καὶ συναγωνιστὴν καὶ χρημάτων ποριστὴν ἀφθονώτατον εἰς τὴν τῆς βασιλείας κατάσχεσιν. Ὁ δὲ Κομνηνὸς ῥάκια μοναχικὰ περιβαλλόμενος, ἐπ' ὀλίγον γνωσιμαχήσας εἴ πως ἀνεθείη τῆς νόσου, ἐπείπερ ἔγνω κατ' ἄκρας ταύτῃ ἁλούς, ἔτι τῇ νόσῳ τρυχόμενος τὴν τοῦ Στουδίου καταλαμβάνει μονήν, πολλὰ καὶ τῆς αὐγούστης Αἰκατερίνης συμβαλλομένης 109 αὐτῷ πρὸς τὸ προκείμενον καὶ τῇ τῆς ἐπιγείου βασιλείας ἀποβολῇ τὴν ἐν οὐρανοῖς ἀπόλαυσιν ἐπαγγελλομένης αὐτῷ, βασιλεύσας μὲν ἔτη δύο καὶ μῆνας τρεῖς, ἐπιζήσας δὲ τούτων ἐλάττονα τῷ μοναχικῷ, πᾶσαν ὑπακοὴν πρὸς τὸν ἐν τῇ μονῇ ἡγουμενεύοντα ἐνδεικνύμενος, ὡς καὶ θυρωρὸς γενέσθαι καὶ ταῖς ἄλλαις ὑπηρετῆσαι διακονίαις διὰ πολλὴν ἐπιείκειαν καὶ μετριοφροσύνην καταδεξάμενος. Σωφρονέστατος δὲ εἰσάγαν γενέσθαι λέγεται. Στρατοπεδάρχῃ γὰρ ὄντι αὐτῷ νόσον ἐνσκῆψαι νεφριτικὴν φασίν, ὥστε καὶ ἀπογνῶναι αὐτὸν τῆς ζωῆς διὰ τὸ παρέσει παντελεῖ καὶ ἀκινησίᾳ κατασχεθῆναι. Τῶν δὲ ἰατρῶν, μετὰ τὸ τοῖς ἄλλοις ἅπασι χρήσασθαι καὶ ἐλεγχθῆναι ἀνηνύτοις ἐπιχειρεῖν, συμβουλευόντων μιγῆναι γυναικὶ αὐτὸς οὐχ ὑπήκουσεν. Εἰπόντων δέ, εἰ μὴ τούτῳ ἐπιχειρήσειε, πρὸς ἀνάγκης ἔχειν καυτῆρι χρήσασθαι, ἐκ τούτου δὲ ἀπαιδίᾳ