3
ὠφελήσει ὅλως ἡμᾶς ἐν τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως, ἀλλ' ἢ μόνον ἡ τῶν ἐντολῶν φυλακή, τὴν τῶν ὀρθῶν δογμάτων ἐπαγομένη συντήρησιν. Ὧν αὐτὴ μὴ ἐπιλήσμων φανῇς, μὴ τὸν τοῦ θεοῦ φόβον τῆς σῆς ἀπώσῃ ψυχῆς ἐπισταμένη σαφῶς ὡς ἡ πνοὴ πάντων ἡμῶν ἐν ταῖς αὐτοῦ χερσίν ἐστι καὶ ᾧ μὲν προστίθησιν ἔτη ζωῆς, ἐξ οὗ δὲ βούλεται, ἀφαιρεῖται. Ἐγὼ γάρ, φησίν, ἀποκτενῶ καὶ ζῆν ποιήσω καὶ τίς ὁ τῶν ἐμῶν χειρῶν ἐξαιρούμενος; Φοβερὸν δὲ τὸ ἐμπεσεῖν εἰς χεῖρας θεοῦ ζῶντος. Χοῦς καὶ σποδὸς τυγχάνομεν πάντες ἄνθρωποι, ἄνθος χόρτου καὶ κόνις, σκιά, καπνὸς καὶ ἐνύπνιον καὶ ζῶμεν οὐ ζῶντες· ἐξ οὗ γὰρ τό· γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ κατὰ πάσης ἡμῶν ἐξηνέχθη τῆς φύσεως. Τὴν θνητότητα πάντες καὶ τὴν φθορὰν ἄρδην ἠμφιασάμεθα καὶ κοινῇ πάντες ἤδη τετελευτήκαμεν καὶ ὁ μὲν σήμερον, ὁ δὲ αὔριον τελευτᾷ. Ἐκ γῆς γὰρ προελθόντες εἰς γῆν πάλιν μετ' ὀλίγον καταφερόμεθα, βασιλεῖς τε καὶ ἰδιῶται, ἄρχοντες καὶ ἀρχόμενοι. Ἀπόβλεψον τοιγαροῦν εἰς τοὺς πρὸ ὑμῶν βασιλεύσαντας καὶ ἀναλόγισαι τί μὲν ἦσαν τότε, τί δὲ νῦν γεγόνα 504 σι. Σύνες πῶς οἱ μὲν τὰ ἀγαθὰ ποιήσαντες ζῶντές τε καὶ μετὰ θάνατον μακαρίζονται καὶ κατὰ τὴν τῆς ἀνταποδόσεως ἡμέραν εἰς ἀνάστασιν ζωῆς ἐκπορεύσονται, οἱ δὲ τὰ φαῦλα πράξαντες κἀνταῦθα παρὰ πάντων ἀραῖς τε καὶ δυσφημίαις ἀείποτε βάλλονται καὶ εἰς ἀνάστασιν οὐκέτι ζωῆς ἀλλὰ κατακρίσεως ἐξανίστανται. Μιμησάσθω τοίνυν καὶ ἡ ὑμῶν θεοφίλεια τοὺς τὴν πίστιν ἀλωβήτως τηρήσαντας καὶ τὸν καλὸν δρόμον τῶν ἐντολῶν διανύσαντας. Καὶ τῇ ταπεινῇ γυναικὶ Θεογνώστου καὶ τοῖς αὐτῆς τέκνοις τὸν αὐτῶν ἀμπελῶνα ἀπόδοτε. Ἀρκεῖ τούτοις τὰ φθάσαντα λυπηρά· μὴ ἐπιτεινέσθω τὰ δεινὰ μηδὲ ἐπὶ πλέον προβαινέτω τὰ θλιβερά. Ναί, παρακαλῶ λῦσον αὐτοῖς ἐν τάχει τὴν ἐπικειμένην ὀδύνην καὶ συμφορὰν μεμνημένη τοῦ Σωτῆρος ἐν εὐαγγελίοις παρακελευομένου ἡμῖν μὴ ἐπιδῦναι τὸν ἥλιον ἐπὶ τῷ παροργισμῷ ἡμῶν.
Πάλιν δὲ πρὸς τὸν πλούσιον ἐκεῖνον ἀποτεινομένου καὶ λέγοντος· ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ, ἃ δὲ ἡτοίμασας τίνι ἔσται; Τί ὠφελεῖται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ καὶ ζημιωθῇ τὴν ψυχὴν αὑτοῦ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὑτοῦ; Μὴ συγκαταβήσεται ἡμῖν ἐν τῷ ᾅδῃ γλυκύτης καρποῦ ἀμπέλου ἢ ἡδύτης σύκων ἢ λιπότης ἐλαίου ἢ χρημάτων περιουσία καὶ δόξα ἀρχῆς; Οὐχὶ πρὸς φθορὰν καταλήγει πᾶσα ἀνθρώπου σπουδή; Οὐχὶ πάντα καταλιμπάνοντες ἀπερχόμεθα γυμνοὶ τῶν ἐνταῦθα καὶ ἀπροστάτευτοι; Τούτων οὖν ἁπάντων μνημονεύουσα ἐπίτρεψον ἀποδοθῆναι τὸν ἀμπελῶνα, ἵνα εὖ σοι ἐν ἡμέρᾳ κρίσεως γένηται. 507 Τοῦ Χρυσοστόμου πρὸς τὴν Εὐδοξίαν Οἶμαι, τέκνον εὐσεβές, μὴ ἀγνοεῖσθαί σοι ὅτι χρημάτων, εἴ γε δὴ καὶ ἐβουλόμην αὐτὸς ἔχειν, εἰργόμην οὐδὲν πατράσι. Καὶ ἐχρησάμην μεγάλα τε δυναμένοις καὶ πολλὰ κεκτημένοις. Ἀλλ' ἑκὼν ἐξέστην τοῦ πλούτου τοῖς δεομένοις τὸ πρᾶγμα ἥκιστα λογισάμενος ἐμαυτῷ εἶναι φροντίδος ἄξιον. Πῶς οὖν, (φύλ. 154) ἃ κατὰ πολλήν τε αὐτὸς τὴν σπουδὴν ἀπεθέμην καὶ τῶν κοινῶν πᾶσι καταφρονεῖν συμβουλεύω, τούτων νῦν οὐκ ᾐσχύνθην ἂν ἐπιθυμητὴς φαίνεσθαι;