1

 2

 3

3

γὰρ, φησὶ, ματαιότης, πᾶς ἄνθρωπος ζῶν, μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος. Καὶ βλέπε τῆς φωνῆς τὴν ἀλήθειαν, τὴν ἀνθρωπίνην ἀκριβῶς ἀνερευνήσας ζωήν. Καθάπερ γὰρ ἐν εἰκόνι κάθηται μὲν ἐπὶ θρόνων βασιλεὺς χρυσοπάστων· προσφέρουσι δὲ πόλεις ἐν τοῖς χρώμασι δῶρα· δέχεται δὲ τοῦ βασιλέως ἡ χεὶρ τὰ διδόμενα· πάντα δὲ σκιὰ καὶ σκηνὴ τὰ φαινόμενα, καὶ ῥαγείσης τῆς σινδόνος ἐγυμνώθη τὸ σχῆμα· τὸν αὐτὸν τρόπον, καὶ τῶν ἀνθρώπων ἡ φύσις καθάπερ ἐν εἰκόνι τῷ βίῳ βασιλεύς τις ἐγκαθημένη, δέχεται μὲν τὰς τῆς θαλάττης καὶ γῆς ὥσπερ ἔκ τινων πόλεων εἰσφορὰς διδομένας· ῥαγείσης δὲ αὐτῇ τῆς ζωῆς ὡς σινδόνος, ἅπαν ἔσχεν τοῦ βίου διαῤῥέον τὸ κάλλος. Ἓν δὲ μέγιστον τῶν ἐν ἀνθρώποις καλῶν καρδίας συντετριμμένης ταπείνωσις καὶ τὴν τῆς τελευτῆς ἀεὶ μελετώσης ἡμέραν, καθ' ἣν γυμνοὶ τῆς βιωτικῆς ταύτης ἐξιόντες θαλάττης τὰς τῶν πράξεων ἐκπομπευούσας τῇ κτίσει κατοψόμεθα στήλας. Βούλει σοι τούτου παραγάγω παράδειγμα; Ἐπὶ μίας τινὸς ὁλκάδος συνέπλεόν τινες καὶ τὴν αὐτὴν ἀλλήλοις συνναυτιλλόμενοι θάλατταν, ποικίλας κατ' ἀλλήλων κλοπὰς ἐπεδείκνυντο. Ταύτας ὁ κυβερνήτης ἀκριβῶς κατοπτεύων, τὸν τῶν κλεμμάτων τέως οὐκ ἐπόμπευεν ἔλεγχον· ἀλλ' ὡς λιμένι τὸ σκάφος προσεγγίζον ἑώρα, γυμνοὺς πάντας τῆς ὁλκάδος ἐξιέναι κελεύσας, εὗρεν ἑκάστου τὴν κλοπὴν ἐν τῷ πλοίῳ κειμένην. Κατὰ τοῦτό μοι τῆς ζωῆς τὸ παράδειγμα σκοπεῖ· πρόκειται γὰρ ἡμῖν ἀντὶ θαλάττης ὁ βίος· σκάφος δέ τι πρὸς τὸν πλοῦν ἡ κτίσις συνήρμοσται, κυβερνήτῃ μὲν τῷ Θεῷ κεχρημένον, πάσας δὲ τὰς τῶν ἔργων ἐμπορείας δεχόμενον. Ἂν διεφθαρμένον τις ἐμπορεύσηται βίον, ἐν τῷ τῆς κτίσεως αὐτὸν ἀποθήσεται πλοίῳ· ἂν εὐπολίτευτον ζωὴν πραγματεύσηται, ἐπὶ τῆς κρίσεως ἔσται τὸ πραχθὲν φυλαττόμενον.

Εἶτα τῶν τῆς τελευτῆς ἐγγισάντων λιμένων, γυμνοὺς ἡμᾶς ἐκ τοῦ γηΐνου σκάφους ὁ κυβερνήτης ἐκβάλλει, καὶ μένει πάντων ἡ πρᾶξις ἐν τῇ κρίσει πομπευομένῃ. Ἄμεμπτοι τοίνυν τὸ τοῦ βίου ναυτιλλώμεθα πέλαγος· ἔργων ἀγαθῶν τὴν κτίσιν κτησώμεθα μάρτυρα· τὸν σκιώδη τῶν παρόντων ὑπερβαίνωμεν κόμπον· τῆς θνητῆς ἀποστήσωμεν τὴν καρδίαν τερπνότητος· τὴν εἰς φθορὰν τελευτῶσαν σπουδὴν ἀποφύγωμεν· τοῖς γηΐνοις τὴν ψυχὴν μὴ συνδήσωμεν βρόχοις· τῆς ἀποῤῥύτου τῶν θνητῶν ὑπερφρονήσω 64.461 μεν δόξης· ὡς βαφὴν εὐαπόπλυτον τὸ τῶν προσκαίρων διαπτύσωμεν ἄνθος· οὐρανοπόρῳ τὸν βίον πτερώδει διαδράμωμεν εὐχῇ, οἱ τὴν βιωτικὴν ὁδοιποροῦντες ὁδὸν καὶ τὸ τῆς ἄνω κλήσεως βραβεῖον μεταδιώξωμεν ἐν Χριστῷ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.