3
φησὶν, ἀποθανεῖν τὸν πένητα, καὶ ἀπενεχθῆναι ὑπὸ τῶν ἀγγέλων εἰς τοὺς κόλπους τοῦ Ἀβραάμ. Μόλις ποτὲ ὁ πένης ἀπὸ τῆς ζαλώδους πενίας ῥυσθεὶς, εἰς τὸν εὔδιον λιμένα τοῦ Ἀβραὰμ ἀπέπλευσεν. Ἐγένετο γὰρ, φησὶν, ἀποθανεῖν τὸν Λάζαρον, καὶ ἀπενεχθῆναι ὑπὸ τῶν ἀγγέλων εἰς τοὺς κόλπους τοῦ Ἀβραάμ. Ὁρᾷς, πῶς ἡ πενία μετὰ τὴν ἐντεῦθεν ἔξοδον δορυφόρους ἀγγέλους ἔχει; Συνέβη δὲ καὶ τὸν πλούσιον ἀποθανεῖν καὶ ταφῆναι. Εὐθὺς ἐπὶ τοῦ πλουσίου τέτακται ἡ ταφὴ, κατὰ τὸ ὑπὸ τοῦ ∆αυῒδ λεγόμενον· Καὶ οἱ τάφοι αὐτῶν οἰκίαι αὐτῶν εἰς τὸν αἰῶνα. ∆ιὰ τοῦτο λέγεταί σοι· Πτωχὲ, Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος, ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα, οὐδὲ συγκαταβήσεται ἑαυτῷ ἡ δόξα αὐτοῦ. Ἐνταῦθα γὰρ πάντα καταλιμπάνει, τοὺς δούλους, τοὺς ὑπασπιστὰς, τοὺς ὑπηρέτας, τοὺς παρασίτους, τοὺς κόλακας, τὰ ὀχήματα, τοὺς χρυσοχαλίνους ἵππους, τὰ βαλανεῖα, τὰ χωρία, τοὺς χρυσωρόφους οἴκους, τὰ ἐψηφωμένα ἐδάφη, τὴν βασιλείαν, τὴν ἐξουσίαν, τὴν δεσποτείαν, πάντα ἐνταῦθα καταλιμπάνει, καὶ γυμνὸς ἀπέρχεται. Καὶ ὑπάρχων ἐν τῷ ᾅδῃ, Ἐπάρας τοὺς ὀφθαλμούς. Ἐνθυμήθητι, εἰς ὅσον βάθος ὑπῆρχεν πλούσιος, εἰς δὲ οἷον ὕψος ὁ πένης. Καὶ ἐπάρας, φησὶ, τοὺς ὀφθαλμοὺς αὐτοῦ ὁ πλούσιος, εἶδε τὸν Ἀβραὰμ, καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ. ∆ιὰ τί γὰρ μὴ ὁ Λάζαρος εἶδε τὸν πλούσιον; Ἐπειδὴ ὁ ἐν τῷ φωτὶ τυγχάνων τὸν ἐν τῷ σκότει ὄντα οὐ βλέπει, ἀλλ' ὁ ἐν τῷ σκότει τὸν ἐν τῷ φωτὶ ὄντα ὁρᾷ. Καὶ εἶπε· Πάτερ Ἀβραὰμ, ἐλέησόν με. Ἄρτι λέγεις, Ἐλέησον,ὅτε καιρὸς ἐλέους οὐκ ἔστιν. Οὐκ ἤκουσας τοῦ λέγοντος, Ἀνίλεως ἡ κρίσις τῷ μὴ ποιήσαντι ἔλεος; Νῦν μετανοεῖς, ὅτε οὐκ ἔστιν ἐξομολόγησις. Οὐκ ἤκουσας τοῦ 59.595 ∆αυῒδ λέγοντος, Ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι; Ἐλέησόν με, καὶ πέμψον Λάζαρον. Λάζαρον νῦν γνωρίζεις; νῦν ἐπιγινώσκεις τὸν ἐπὶ τῆς κοπρίας ὄντα, ὅν ποτε ἴσα τῶν κυνῶν τιμᾷν οὐκ ἠβούλου; Ἔκλεισας τά σου σπλάγχνα αὐτῷ ἐν τῷ βίῳ τῆς εὐπορίας· κλείω μου κἀγὼ νῦν τοὺς κόλπους τῆς ἀνέσεως ἐν τῷ καιρῷ τῆς τιμωρίας. Οὐκ ἤκουσας τοῦ Θεοῦ σοι βοῶντος διὰ τῶν προφητῶν πάντων καὶ λέγοντος· Ἔλεος καὶ κρῖμα φύλασσον, καὶ ἔγγιζε τῷ Θεῷ σου, διότι ἔλεος θέλω ὑπὲρ θυσίαν; καὶ, Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται; καὶ πάλιν, Ὁ ἐλεῶν πτωχὸν, δανείζει Θεῷ; Ὅπου οὖν ἔσπειρας, ἐκεῖ ζήτει καὶ θερίσαι· ὅπου ἐδάνεισας, ἐκεῖ καὶ ἀπαίτει. Σὺ δὲ ἐλεημοσύνης σπέρμα οὐκ ἔῤῥιψας πώποτε, οὔτε διὰ τῆς εἰς τὸν πένητα ἐλεημοσύνης Θεῷ ἐδάνεισας, ἀλλὰ πάντα τῇ ἑαυτοῦ γαστρὶ ἐθησαύρισας. Ὅπου ἔσχες τὸν θησαυρόν σου, ἐκεῖ ἔχε καὶ τὴν καρδίαν σου. Ἐλέησόν με, καὶ πέμψον Λάζαρον, ἵνα τὴν ἀκμὴν τοῦ δακτύλου αὐτῷ βάψῃ ὕδατος, καὶ καταψύξῃ μου τὴν γλῶσσαν, ὅτι δεινῶς ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ. Τὴν γλῶσσαν κολάζεται, δι' ἧς τὴν τροφὴν ἐλάμβανε· ῥανίδα ἐζήτει ὕδατος, ἐπειδὴ κἂν ποτήριον ψυχροῦ ὕδατος εἰς ὄνομα 59.596 μαθητοῦ πώποτε διψῶντι οὐ μετέδωκεν. Εἰ κοινωνὸν ἐν τῷ βίῳ τῶν σῶν ἀγαθῶν ἐκτήσω τὸν Λάζαρον, νῦν ἂν τὴν βασιλείαν σὺν αὐτῷ ἐμερίσω· εἰ συνῆκας ἐπὶ τὸν πένητα, νῦν ἂν ἐῤῥύσθης τῆς πονηρᾶς κρίσεως. Μακάριος γὰρ ὁ συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα· ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν ὁ Κύριος. Ἐξομάλισον ἐκεῖνο τὸ χάος τὸ πολυφλεγὲς τῇ πλουσίᾳ τῶν χρημάτων σου εἰς τοὺς πένητας καταβολῇ· δρόσισον νῦν τὸ ἔλεος, καὶ ἔσβεσας τὴν κάμινον· θρέψον ὀρφανοὺς, καὶ ἀπέκτεινας τοὺς ἀκοιμήτους σκώληκας· στεῖλον δάκρυον χήρας, καὶ ἀπέσμηξάς σου τὴν ψυχὴν τοῦ πένθους τῶν ἁμαρτημάτων. ∆ιὰ τοῦτο γάρ σοι ταῦτα ἀνέγνωσται, ἵνα μὴ τοῖς αὐτοῖς ἴχνεσι τοῦ ἀνελεήμονος πλουσίου ἐπιβὰς, εἰς τὴν αὐτὴν τιμωρίαν τῆς γεέννης ἐμπέσῃς. Σὺ δὲ ὁ πένης μὴ ὀλιγώρει, μηδὲ ἀποκάμῃς ἐν τῇ τρικυμίᾳ τῆς πενίας κλονούμενος. Ἀπόβλεπε πρὸς τὸν