3
ἀλείπτην τὸ Πνεῦμα τὸ ἅγιον, τὸν τοῦ Σαμουῆλος μυστικῷ κέρατι χρίοντά σε τῷ μύρῳ. Μηδὲ τὸ δίψος φοβηθῇς· ἔχεις γὰρ τὸ ὕδωρ ἐπὶ σὲ τῆς ἀναπαύσεως τοῦ βαπτίσματος διὰ τῆς κολοκύνθης, ἵνα προερχόμενόν σοι, τουτέστι, διὰ τῆς κηρυκείας τοῦ Ἰωνᾶ, ἀναλάβῃ σε. Στρέψον τὸ ἅρμα τῆς τυραννίδος αὐτοῦ· βάλε αὐτὸν εἰς βόθρον, ὃν εἰργάσατο· βάλε αὐτὸν εἰς τὴν βαθεῖαν ἐκεῖ. Ψαλμικῶς ἀναβόησον, Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε· Κύριε, εἰσάκουσον τῆς φωνῆς μου. Βάλε αὐτὸν εἰς τὴν βαθεῖαν, κατακάμψας μονώτατος ἐκ τῆς ἀπωλείας αὐτοῦ. Ἆρον εἰς ὕψος ὁσίους χεῖρας πρὸς τὸν βασιλέα, λαβὼν βραβεῖον τῶν φοινίκων κατὰ τοὺς παῖδας, καὶ σείσας προσκύνησον αὐτῷ, ὅτι Ἔπεσε Βὴλ, συνετρίβη ∆αγών. Χάρις δὲ τῷ Θεῷ τῷ διδόντι ἡμῖν τὸ νῖκος διὰ τοῦ Κυρίου ἡμῶν τοῦ Ἰησοῦ Χριστοῦ.
Ταύτῃ τῇ νίκῃ καὶ τὸν παράδεισον οἷα λοῦτρον πάνδημον ἀνοῖξαι δυνηθήσῃ, ἔνθα ποταμοὶ τέσσαρες, ὕδωρ πολὺ, ὡς ἐν λούτρῳ, ἐν τόπῳ χλόης, ὅπως καὶ σὺ εὐκαίρως λέγῃς· Εἰς τόπον χλόης ἐκεῖ με κατεσκήνωσεν, ἐφ' ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με· καὶ ἐπὶ πᾶσι τούτοις καυχώμενος λέγῃς, Τὸν καλὸν ἀγῶνα ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.