1

 2

 3

 4

3

ἀπέστρεφε τὸ πρόσωπον αὐτοῦ, ἐβδελύσσετο, διέπτυσεν, παρέτρεχεν, μᾶλλον δὲ παρεβλέπετο. Οὐκ εἶπεν ὁ ἄθλιος, ὅτι Οὗτος ἄνθρωπός ἐστιν ὡς κἀγώ. Ἡ αὐτὴ χεὶρ τοὺς ἀμφοτέρους ἐδημιούργησεν, ὁμόφυλός μού ἐστι καὶ ὁμογενής. Οὐκ ἔκλινε τὸν λογισμὸν, οὐκ ἐμειλίχθη πρὸς τὴν εὐσπλαγχνίαν. Οὐκ ἠλέησεν τὸν ἐν τοσαύτῃ ἀσθενείᾳ βεβλημένον εἰς τὸν πυλῶνα αὐτοῦ. Οἱ κύνες γὰρ ἐρχόμενοι καὶ βλέποντες αὐτὸν οὕτως κείμενον, καὶ τὸν ἰχῶρα περιῤῥεόμενον, καὶ τῶν μελῶν αὐτοῦ, εὐσπλαγχνίαν πολλὴν ἐπιδεικνύμενοι, ὥσπερ σπόγγον τινὰ προσερχόμενοι τῇ γλώσσῃ ἀπέμασσον τὸν ἰχῶρα ἐκ τῶν μελῶν αὐτοῦ, περιλείχοντες, ὡς ἄριστοί τινες ἰατροὶ θεραπεύοντες, τὰ ἕλκη, μετὰ πολλῆς εὐφημίας κεχηνότες, ἀσφαλιζόμενοι ἀκριβῶς, μή πως φθάσῃ ὁ ἰὸς τῶν ὀδόντων, καὶ καταλυμήνηται τοῦ δικαίου τι. Ὦ τῆς ὠμότητος τοῦ πλουσίου! Οἱ κύνες ἰατρικὴν τέχνην προεβάλλοντο ἐπὶ τοῦ ἀσθενοῦντος, οἱ μὴ εἰδότες Θεὸν, μήτε ἀνάστασιν προσδοκῶντες, πρὸς θεραπείαν τοῦ πένητος ἐπείγοντο. Καὶ ὁ πλούσιος, ὁ προσδοκῶν τὸ φοβερὸν κριτήριον παραστῆναι, τὸν πένητα οὐκ ἠλέησεν. Ηʹ. Ἴδες τοῦ πλουσίου τὴν ἐνταῦθα δόξαν, τὴν τρυφήν; Ἴδες τοῦ πένητος τὴν ὀλιγοφρόνιον περιφάνειαν, καὶ τὴν τοῦ πλούτου πρὸς ὀλίγον εὐτέλειαν; Ἐκεῖνος ἔνδοξος, οὗτος ἄτιμος· ἐκεῖνος ἐν τρυφερότητι διάγων, οὗτος ἐν ἀσθενείᾳ κατακείμενος. Ἐκεῖνος ἐν τοσούτῳ πλούτῳ διάγων, τοῦ Θεοῦ οὐκ ἐμνημόνευσεν· οὗτος ἐν τοσαύτῃ ἀσθενείᾳ κατακείμενος τὸν Θεὸν οὐκ ἐβλασφήμησεν. ∆εῦρο λοιπὸν ἴδωμεν καὶ ἐν τῷ αἰῶνι ἐκείνῳ ἀμφοτέρου τὸ τέλος. Θʹ. Ἐγένετο, φησὶν, ἀποθανεῖν τὸν πλούσιον, καὶ ἀπενεχθῆναι εἰς κόλασιν αἰώνιον. Ἀπέθανε δὲ καὶ ὁ Λάζαρος, καὶ ἀπηνέχθη ὑπὸ τῶν ἀγγέλων εἰς τοὺς κόλπους Ἀβραάμ. Καὶ ὑπάρχων ἐν τῷ πυρὶ ὁ πλούσιος ἴδεν τὸν Λάζαρον ἀναπαυόμενον εἰς τοὺς κόλπους Ἀβραὰμ, καὶ ἐγνώρισεν αὐτόν. Καὶ ἔκραξε λέγων· Πάτερ Ἀβραὰμ, ἐλέησόν με, καὶ πέμψον Λάζαρον, ἵνα τῷ μικρῷ δακτύλῳ βρέξῃ μου τὰ χείλη, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ. Ποῦ ὁ πλοῦτος; ποῦ ὁ χρυσός, ποῦ ὁ ἄργυρος; ποῦ ἡ στέγη ἡ ἀργυρᾶ; ποῦ ἡ φαντασία τῶν παίδων; ποῦ ὁ οἶνος ὁ ἐκχυνόμενος, καὶ νῦν ῥανίδα ὕδατος ἐπιζητεῖς καὶ ἐπιθυμεῖς; Ἐλέησόν με, πάτερ Ἀβραάμ; Ὦ ἄθλιε πλούσιε! Ὅτεεἰς τὸν πυλῶνά σου ἔκειτο ὁ Λάζαρος, γνωρίσαι αὐτὸν οὐκ ἤθελες· καὶ νῦν Λάζαρον ἐπιθυμεῖς εἰς 64.441 βοήθειαν; Ἐλέησόν με, ἀνωφελὴς λοιπὸν ἡ ἱκεσία σου. Παρῆλθεν ὁ καιρὸς τοῦ ἐλέους. Ἐκεῖ λοιπὸν οὐκ ἔστιν ἔλεος. Ἡ γὰρ κρίσις ἀνήλεός ἐστι τῷ μὴ ποιήσαντι ἔλεος. Τί ἐπιθυμεῖς ἔλεος, ὅπερ σὺ ἐπὶ γῆς οὐκ ἐκτήσω; Ἐλέησόν με, πάτερ Ἀβραὰμ, καὶ πέμψον Λάζαρον, ἵνα τῷ μικρῷ δακτύλῳ βρέξῃ μου τὰ χείλη, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ. Ποίῳ δακτύλῳ, ὦ πλούσιε; ὃν σὺ φαγεῖν ἐπὶ τραπέζης οὐ κατεδέξω; Τότε κατανοῆσαι τὰς χεῖρας αὐτοῦ οὐκ ἤθελες, ἀλλ' ἐβδελύσσου, καὶ νῦν τῇ γλώσσῃ σου ἅψασθαι παρακαλεῖς; Ἐλέησόν με, πάτερ Ἀβραάμ. Πῶς καλεῖς αὐτὸν πατέρα μὴ πράξας τὰ τοῦ υἱοῦ; Ἐκεῖνος πατὴρ τῶν ἐν φωτὶ διαγόντων ἐστίν. Οὐδεμία συμφωνία φωτὶ πρὸς σκότος. Μὴ καλέσῃς αὐτὸν πατέρα. Σὺ γὰρ κατὰ τὸν ἀνελεήμονά σου τρόπον, υἱὸς σκότους καὶ γεέννης ὑπάρχεις. Πῶς δὲ καλεῖς αὐτὸν πατέρα, τὸν υἱὸν αὐτοῦ Λάζαρον μὴ ἐλεήσας; Ιʹ. Ὁ δὲ πατριάρχης οὗτος ὁ μέγας οὐκ ἐμάλλαξεν αὐτὸν τῇ ὀδύνῃ· οὐ προσέθηκεν πόνον, οὐκ ἔπληξεν αὐτὸν λόγοις· οὐκ ἠρνήσατο τὴν φύσιν τὴν ἀνθρωπίνην. Ἀλλὰ πραείᾳ τῇ φωνῇ καὶ ἱλαρὸς τῷ προσώπῳ ἀπεκρίνατο, λέγων· Τέκνον, ἀπέλαβες σὺ τὰ ἀγαθά σου ἐπὶ τῆς γῆς, καὶ Λάζαρος τὰ κακά. ∆ιὰ τοῦτο οὗτος ἐνταῦθα ἀναπαύεται, καὶ σὺ ὀδυνᾶσαι. Ὅμως χάσμα μέγα ἐστὶν ἀνὰ μέσον ὑμῶν καὶ ἡμῶν, καὶ οὐδεὶς δύναται αὐτὸ περάσαι ἐξ ἡμῶν.