1

 2

 3

3

λογίζεσθαι, ὅτι παρακαταθήκην παρὰ Θεοῦ ἐλάβομεν, καὶ ἵνα μετὰ προσευχῆς φυλάξαντες ἀνόσφιστον τὸ ἐπάγγελμα παραστήσωμεν τῷ φοβερῷ βήματι Χριστοῦ, ἵνα μὴ ὡς ἀγνώμονας ἡμᾶς ἡ ἀπόφασις καταλάβῃ, κατὰ τὸ παράδειγμα Ἀνανίου. Οὐκοῦν ἐνταῦθα πολλῆς ἀσφαλείας χρεία, μὴ ἔν τινι πταῖσαι, μηδὲ ὑφείλασθαι τῆς ἐπαγγελίας, ἀλλὰ μετὰ ἀκριβείας ἀποδοῦναι τὴν ἐπαγγελίαν σπουδάσωμεν. Μὴ ἕως τοῦ σχήματος εἶναι νομίσωμεν τὸν Χριστιανισμὸν, μηδὲ τούτῳ τερπόμενοι ἐναπομείνωμεν, ἀλλὰ τῇ διὰ τῶν ἔργων βεβαιώσει ἀληθείας καὶ δικαιοσύνης οἰκεῖοι διαμείναντες, τῶν ἑπομένων τῇ δικαιοσύνῃ τιμῶν τευξώμεθα παρὰ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.