1

 2

 3

3

∆ιὰ τοῦτο νηστεύσωμεν, ἀγαπητοὶ, ἵνα τῶν πνευματικῶν ἐπιτύχωμεν δωρημάτων. Νηστεύων παιδαγωγεῖ καὶ τὴν ψυχὴν πρὸς εὐσέβειαν, εἰκόνα λαμβάνων τῆς σωματικῆς ἐγκρατείας τὴν κατὰ ψυχὴν ἐπιμέλειαν, ἵνα ὥσπερ ἀπέχει τῶν ἔξωθεν ἐπεισερχομένων βρωμάτων, οὕτω καὶ τῶν ἐν τῇ διανοίᾳ ἐπαναβαινόντων πονηρῶν ἐννοημάτων. Ἐὰν γὰρ, φησὶ, Πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σὲ, τόπον σου μὴ ἀφῇς, ὅτι ἴαμα καταπαύσει ἁμαρτίας. Ὥσπερ νῦν ἀπέχεις βρωμάτων μὴ γευσάμενος, οὕτως ἀπέχου ἁμαρτημάτων ἀλλασσόμενος. Νηστεύεις οἴνου μὴ ἀντιλαμβανόμενος; νήστευε καὶ πονηρίας ἀπεχόμενος· οἶδε γὰρ ἡ κακία μείζονα μέθην τῇ ψυχῇ κατεργάζεσθαι. Νηστεύεις κρεῶν μὴ ἁπτόμενος; νήστευε καὶ καταλαλιᾶς ἀπεχόμενος, ἵνα μὴ δι' αὐτῆς κρέα φάγῃς τῶν ἀδελφῶν, τῶν σαρκῶν αὑτοῦ ἀπογευόμενος. Νηστεία γὰρ ἀληθινὴ, ἀποχὴ τῶν ἁμαρτημάτων. Ἄκουε τοῦ Προφήτου λέγοντος· Οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην, οὐδὲ ἡμέραν ἄνθρωπον ταπεινοῦν τὴν ψυχὴν αὑτοῦ. Ἀλλὰ τί; Λύε, φησὶ, πάντα σύνδεσμον ἀδικίας, διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων, διάθρυπτε πεινῶντι τὸν ἄρτον σου, ἄστεγον εἰσάγαγε εἰς τὸν οἶκόν σου· ἐὰν ἴδῃς γυμνὸν, περίβαλε. Αὕτη, ἀγαπητοὶ, ἀληθινὴ νηστεία, ἡ τῷ Θεῷ προσδεκτὴ, καὶ ἀνθρώπῳ σωτηριώδης, καὶ πᾶσιν ἀρεστή. Ταύτῃ ἐπακολουθεῖ ἡ τῶν οὐρανῶν κτῆσις, καὶ τοῦ ∆εσπότου ἀψευδὴς ἐπαγγελία. Ὅρα γὰρ τί ἐπιφέρει· Τότε ῥαγήσεται πρώϊμον τὸ φῶς σου, καὶ τότε βοῶντός σου, εἰσακούσεταί σου· ἔτι λαλοῦντός σου, ἐρεῖ· Ἰδοὺ πάρειμι. Βλέπεις ἡλίκα δῶρα τῆς νηστείας, καὶ πόσης ἔχεται τῆς εὐσεβείας, ὡς καὶ Θεὸν αὐτὸν δυσωπεῖν πρὸς ἀνθρωπίνην φύσιν παραγενέσθαι; Νήστευε τοίνυν, παράμενε ταῖς εὐχαῖς, ταῖς συνάξεσι, ταῖς νουθεσίαις, μὴ ἀπολιμπανόμενος τῆς συναγωγῆς, καθὼς ἔθος τισί· μηδὲ πραγματείαις ἢ δικαστηρίοις δι' ὅλης ἡμέρας· ἵνα μὴ χρήματα συνάξης, ἃ σκορπίζειν ὤφειλες· ἢ κατὰ τοῦ ἀδελφοῦ σου ἐντυγχάνῃς, ὃν θεραπεύειν ἐχρῆν. Ἦλθες εἰς ἑσπέραν, ἢ τὴν ἐννάτην, οὐχ ἵνα νηστείας τελέσῃς τὴν πρόθεσιν, ἀλλ' ἵνα τῆς κοιλίας πληρώσῃς τὴν ὄρεξιν. Καὶ μὴ δόξῃς οἴνου μὲν ἀπεχόμενος διὰ τὸ νήφειν, πονηρίας δὲ πληρούμενος μεθύειν, ἵνα μὴ ἀκούσῃς, Οὐαὶ οἱ μεθύοντες, οὐκ ἀπὸ οἴνου! Μέθη δὲ οὐκ ἔστι νηστείας κοινωνὸς, ἀλλ' ἔχθρα καὶ ἀντίπαλος. Ἵνα φθάσωμεν εἰς τὴν ἡτοιμασμένην ἡμῖν ἐλπίδα τῆς ἀναστάσεως, ἐκεῖ μὲν ἀπολαύοντες τῶν ἀποκειμένων ἀγαθῶν, ἐνταῦθα δὲ ἀγαλλιώμενοι τοῖς προσδοκωμένοις ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.