3
καὶ μακροθυμίᾳ καλλώπισον· ἐπὶ πᾶσι τὴν εὐχὴν ὥσπερ ὄροφον εἰς ἀπαρτισμὸν ἐπιτιθεὶς τοῦ οἴκου, ἵνα τέλειον τὸν σαυτοῦ οἶκον παρασκευάσῃ τῷ ∆εσπότῃ, καὶ ὥσπερ ἐν οἴκῳ βασιλικῷ καὶ περιφανεῖ τὸν Κύριον ὑποδέξῃ, καθάπερ ἄγαλμα λοιπὸν αὐτὸν ἐν τῷ τῆς ψυχῆς ναῷ καθιδρυμένον ἔχων διὰ τῆς χάριτος αὐτοῦ, ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.