1

 2

 3

3

16 Προσέχετε μετὰ ἀκριβείας τῷ λόγῳ. Ὥσπερ ἐὰν πράξῃς δέησιν καὶ λάβῃς αὐτὴν ὑπογεγραμμένην, οὐ περιεργάζῃ εἰς ποῖον κάλαμον ἔγραψεν ὁ βασιλεύς, οὐδὲ εἰς ποῖον χάρτην οὐδὲ εἰς ποῖον μέλανα(̣f. 390v) ἀλλ' ἓν μόνον ζητεῖς εἰ ὁ βασιλεὺς ὑπέγραψεν, οὕτω καὶ ἐπὶ τοῦ βαπτίσματος χάρτης τὸ συνειδός, κάλαμος ἡ γλῶσσα τοῦ ἱερέως, χείρ ἐστιν τοῦ Πνεύματος ἡ χάρις. Εἴτε οὖν δι' ἐμοῦ, εἴτε οὖν δι' ἐκείνου, ἡ αὐτὴ χεὶρ γράφει.

17 Ἡμεῖς ὑπηρέται ἐσμέν, οὐκ αὐθένται· καὶ Παῦλος ὑπηρέτης ἐστίν· «Οὕτω, φησίν, ἡμᾶς ἄνθρωπος λογιζέσθω ὡς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόμους μυστηρίων Θεοῦ». «Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες;» εἴ τι ἔχω, ἔλαβον· εἰ καὶ ἔλαβον, οὐκ ἐμόν, ἀλλὰ τοῦ δεδωκότος τὸ δῶρον· μὴ τοίνυν, ἀμφίβαλλε ἀγαπητέ. Ἡ χάρις ἀπηρτισμένη, ὁ τόπος οὐκ ἐκώλυσεν, εἴτε ἐν πλοίῳ· ὁ Φίλιππος ἐν ὁδῷ ἐβάπτισεν, ὁ Παῦλος ἐν δεσμωτηρίῳ, ὁ Χριστὸς τὸν λῃστὴν εἰς παράδεισον εἰσήγαγεν.

18 Χαίρω διὰ ταῦτα καὶ εὐφραίνομαι καὶ τὰς εὐχὰς τὰς ὑμετέρας ἀπαιτῶ μεθ' ὧν ἀπῆλθον, μεθ' ὧν καὶ ἐπανῆλθον. Ἐκοινώνησα μὲν πελάγει ἀλλ' ἐν πελάγει γαλήνην ἐποίησεν ἡ ὑμετέρα ἀγάπη. Οὐκ εἰσῆλθον εἰς πλοῖον χωρὶς ὑμῶν, οὐ κατέβην εἰς πανδοχεῖον χωρὶς ὑμῶν, οὐκ ἐπέβην πόλει ἢ ἐκκλησίᾳ χωρὶς ὑμῶν, ἀλλὰ κἂν κεχωρισμένος ἤμην τῷ σώματι, συνδεδεμένος τῇ ἀγάπῃ.

19 Ἔβλεπον τὴν ἐκκλησίαν καὶ ἐν πελάγει ἀσάλευτον· τοιοῦτον γὰρ ἡ ἀγάπη, οὐκ οἶδεν στενοχωρεῖσθαι· εἰσῄειν εἰς ἐκκλησίαν, παρειστήκειν θυσιαστηρίῳ καὶ δι' ὅλου τῆς ὑμετέρας ἐκκλησίας ἐμεμνήμην, εὐχὰς ἀναφέρων καὶ ἔλεγον· Κύριε, τὴν ἐμπιστευθεῖσάν μοι ἐκκλησίαν ἔχε ἐν παρακαταθήκῃ· οὐ πάρειμι ἐγώ, ἀλλὰ πάρει σύ, ὁ ἐκεῖ με ἀγαγὼν καὶ τῇ τοῦ Θεοῦ χάριτι πλέον οὗ ᾔτησα ἐγένετο. Ἐγὼ ᾔτησα ἵνα διατηρήσῃ, αὐτὸς καὶ ἐπλεόνασεν· μαρτυρεῖ τὸ παρὸν πλῆθος, τοσαῦται κομῶσαι ἄμπελοι καὶ οὐδαμοῦ ἄκανθα, καὶ τοσαῦτα πρόβατα καὶ οὐδαμοῦ λύκος· εἰ δέ που λύκος, μεταβάλλεται καὶ γίνεται πρόβατον· αὐτὸς ὑμᾶς διετήρησεν, αὐτὸς ἐμὲ ἐπανήγαγεν, αἱ εὐχαὶ αἱ ὑμέτεραι τὴν ἀρρωστίαν μου διώρθωσαν· τοῦτο ἐγὼ λέγω ἑκάστης ἡμέρας.

20 Ἡ ἀποδημία ἡ ἐμὴ τὴν πόλιν ὑμῶν ἐστεφάνωσεν· ὅτι ἠγαπᾶτε καὶ πρὸ τούτου δῆλον, ἀλλ' οὐ πᾶσιν εὔδηλον, ὁ ἀγαπῶν ( ̣f. 391) ᾔδει μόνος, ὁ δὲ χωρισμὸς ἤλεγξεν τὴν ἀγάπην. Ἀεί ποτε ἐρχόμενοι ἐν τῇ Ἀσίᾳ ἀπήγγειλον ἡμῖν· ἀνῆψας τὴν πόλιν. Καίτοι ἡ ἀγάπη μαραίνεται τῷ χρόνῳ, ἡ δὲ ὑμετέρα ἀγάπη ηὐξήθη, οὐ λήθην ὑπέμεινεν, ἀλλὰ πλέον ἐπυρώθη. Ἀλλ' ἀξιῶ καὶ παρόντα με ὁμοίως φιλεῖν· οὗτός μου θησαυρός, οὗτός μου πλοῦτος, διὰ τοῦτο τὰς εὐχὰς τὰς ὑμετέρας ζητῶ· αἱ εὐχαὶ αἱ ὑμέτεραι τεῖχος ἐμοὶ καὶ ἀσφάλεια.

21 Μή μοι λέγε· ἐγὼ λαϊκός· πῶς εὔξομαι ὑπὲρ ἱερέως; Ἄκουε τῆς γραφῆς λεγούσης· «προσευχὴ δὲ ἦν ἐκτενὴς γινομένη ὑπὸ τῆς ἐκκλησίας» καὶ ἐλύθη τὰ δεσμὰ Πέτρου· Παύλου δὲ τὴν σιωπὴν ἔλυσεν εὐχή· λέοντας ἐχαλίνωσεν εὐχή· τὸ κῆτος ἐφίμωσεν εὐχή· παράδεισον ἤνοιξεν εὐχή· εὐχὴ οὐρανίου ἁψίδας ἀνεπέτασεν· εὐχὴ Κορνηλίου τοὺς οὐρανοὺς διεπέτασεν· εὐχὴ τὸν τελώνην δίκαιον εἰργάσατο.

22 Ταύτην αἰτοῦμαι παρ' ὑμῶν τὴν ἀσφάλειαν, ὑπὲρ ταύτης χάριν αἰτῶ, ἵνα ὁ Θεὸς τὰς εὐχὰς τὰς ὑμετέρας δεξάμενος καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἀγαθῶν τὴν ἀφθονίαν ὑμῖν χαρίσηται ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.