1

 2

 3

3

προφήτην εἰς ὄνομα προφήτου, μισθὸν προφήτου λήψεται. Ἐὰν δὲ τὸν τυχόντα ἱερέα ἀγνοεῖς, εἰ ἄξιός ἐστι τοῦ βαθμοῦ ἢ ἀνάξιος, οὐ διὰ τὴν τοῦ Χριστοῦ ἐντολὴν μὴ παρίδῃς.

Ὥσπερ γὰρ οὐ βλάπτεται χρυσὸς τῷ πηλῷ συμπεφυρμένος, οὐδὲ φαιδρὸς μαργαρίτης ἀλλοιοῦται, ὅταν τισὶ συναφθῇ εἴδεσιν ἀκαθάρτοις· τὸν αὐτὸν οὖν τρόπον οὐδὲ ἡ ἱερωσύνη κηλιδοῦται ἔκ τινος, κἂν ἀνάξιος ᾖ ὁ ταύτην δεχόμενος. Ἐὰν μέν τις ἀξιωθῇ εἰς ταύτην τὴν ἀξίαν ἐλθεῖν, καὶ πορευθῇ ἐν αὐτῇ ἀξίως καὶ ἀμέμπτως, ζωὴν αὐτῷ προξενεῖ καὶ στέφανον ἄφθαρτον· ἐὰν δέ τις ἀναξίως εἰς ταύτην ἐλθεῖν τολμήσῃ, προξενεῖ ἑαυτῷ σκότος τὸ ἐξώτερον καὶ κρίσιν ἀνίλεων. Ἄλλο σοι ὑπόδειγμα δίδωμι, ὦ ἄνθρωπε, ἵνα μὴ τολμήσῃς ἐν τῇ ἀλαζονείᾳ σου λαβεῖν ἀναξίως τὸν τῆς ἱερωσύνης βαθμὸν, ἐπειδὴ οὐκ εὐδοκεῖ ὁ Θεὸς ἐν τοῖς ἀλαζονικῶς κεχειροτονημένοις.

Γνῶθι τοίνυν ὃ πεπόνθασιν οἱ τάλανες ἐκεῖνοι, οἱ τῷ Μωσεῖ καὶ 48.1070 Ἀαρὼν ἀντιστάντες ποτὲ, καὶ προπετευσάμενοι ἀναιδῶς καὶ αὐθαδῶς θυμιᾶσαι τῷ Θεῷ· οὐχὶ πῦρ κατέφαγεν ἅπαντας, ἀνθ' ὧν κατετόλμησαν εἰς βαθμὸν οὗ οὐκ ἦσαν ἄξιοι; Πάλιν δὲ καὶ Μαριὰμ ἡ προφῆτις τοῦ Θεοῦ, ἵνα βραχύν τινα λόγον τῷ Μωσῇ ὀνειδίσῃ περὶ ἱερωσύνης, τοιοῦτον αὐτῇ μῶμον ὥρισεν ὁ Ὕψιστος, ἵνα λεπρωθεῖσα ἑπτὰ ἡμέρας ἀφορισθῇ ἔξω τῆς παρεμβολῆς. Καὶ τὸ νῦν, ἀδελφοὶ, ἁγνῶς αὐτὴν πολιτεύσασθε, μιμούμενοι τὸν Μωσῆν καὶ Ἀαρὼν καὶ τὸν Ἐλεάζαρ. Θεώρησον τοὺς εὐσεβεῖς τούτους ἱερεῖς, πῶς ἐν αὐτῇ ἠμύναντο τὰς τῶν ἐχθρῶν παρεμβολάς. Ταύτην ἔχων ὁ Μωσῆς, ἥπλωσε τὰς χεῖρας πρὸς τὸν Θεὸν, καὶ ἔτρωσε τὸν Ἀμαλὴκ πληγὴν ἀνίατον· ταύτην Ἀβραὰμ ζωσάμενος, τοὺς βασιλεῖς ἐτροπώσατο· ταύτην ὁ Μελχισεδὲκ ἀναλαβὼν, εὐλόγησε τὸν Ἀβραὰμ εὐλογίαν ἐξαίρετον. Ἠξιώθης οὖν, ἀδελφὲ, κομίσασθαι βαθμὸν ἱερωσύνης; σπουδὴν ἔχε εὐαρεστεῖν τῷ στρατολογήσαντί σε, ἐν ἁγνείᾳ καὶ ἐν δικαιοσύνῃ καὶ σοφίᾳ πνευματικῇ καὶ ἐν λαμπρᾷ παρθενίᾳ. Γενοῦ θερμὸς ζηλωτὴς ὡς Ἠλίας, κηδεμὼν ὡς Ἱερεμίας, σώφρων ὡς ὁ Ἰωσὴφ, καὶ ἁγνὸς ὡς Ἰησοῦς, φιλόξενος ὡς Ἀβραὰμ, φιλόστοργος ὡς ∆αυῒδ, καὶ πρᾶος ὡς Μωσῆς· τὸν πλανηθέντα σύναξον, τὸν χωλὸν ἐπίδησον, τὸν πεσόντα ἀνάστησον, ἀσθενοῦντας ἀντιλαβοῦ, καὶ ὅσα ὅμοια. Ἐγὼ δὲ ἐκπλήττομαι, ἀγαπητοὶ, ὁποῖα εἰώθασί τινες ἐκ τῶν ἀφρόνων τολμᾷν, καὶ ἐπιχειροῦσιν ἀναιδῶς καὶ προπετῶς ἱερωσύνην λαβεῖν, μὴ κληθέντες ὑπὸ τῆς χάριτος τοῦ Χριστοῦ, ἀγνοοῦντες ὅτι πῦρ καὶ θάνατον ἑαυτοῖς σωρεύουσιν οἱ ἄθλιοι. Οὐ λέγω σοι, ἄνθρωπε, τὴν ἱερωσύνην μόνον μὴ προπετῶς κομίσασθαι, ἀλλ' οὐδέ τι ἕτερον ἐκ τῶν σκευῶν ἅψασθαι τῆς πανσέμνου λατρείας, εἴ γε ἄρα ἀνέγνως τί πέπονθεν Ὀζᾶ, ἐν τῷ αὐτὸν ἅψασθαι τῆς κιβωτοῦ τοῦ Θεοῦ.

Ταύτης ἀεὶ μέμνησο, ἀδελφὲ ἀγαπητὲ, τῆς θείας λέξεως τοῦ Ὑψίστου, τῆς ῥηθείσης διὰ Ἡσαΐου τοῦ προφήτου, τὸ, Ἐπὶ τίνα ἐγὼ ἀναπαύσομαι, ἀλλ' ἢ ἐπὶ τὸν πρᾶον καὶ ταπεινὸν καὶ τρέμοντά μου τοὺς λόγους; Ταύτης ἀεὶ τῆς ἐντολῆς μνημόνευσον, καὶ κτῆσαι θησαυρὸν τὸν πρᾶον λογισμὸν, ἵνα οὕτω δυνηθῇς νοερῶς ἀναβῆναι εἰς τὴν ἄνω Ἱερουσαλὴμ, καὶ θυσίας νοερὰς προσενέγκαι τῷ βασιλεῖ καὶ Θεῷ ἐπὶ τὸ ἄνω θυσιαστήριον, ὅπου πλέκονται στέφανοι ἀφθαρσίας· κἀκεῖσε ἐνώπιον τῶν ἀγγέλων ἀναδήσει σε ὁ Χριστὸς στέμμα ἀθανασίας, καὶ σὺν ταῖς ἄνω στρατείαις ὑμνήσεις ὕμνον ἐπινίκιον τῇ ἁγίᾳ Τριάδι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.