1

 2

 3

 4

 5

 6

 7

3

χρόνου, τῆς δὲ ἀναστάσεως οὐδέπω ἐπέτυχον, οὐδέπω διὰ σὲ καὶ τὴν ὠφέλειαν τὴν σὴν, ἵνα καὶ σὺ ἐκεῖνον τὸν ἀθλητὴν ἐννοῶν πρὸς τὸν αὐτὸν δρόμον διεγερθῇς. Τούτοις μὲν γὰρ οὐδὲν βλάβος ἀπὸ τῆς ἀναβολῆς γίνεται· σοὶ δὲ μέγιστον ὄφελος ἐκ τῆς ὑποθέσεως τίκτεται. Ἐκεῖνοι μὲν γὰρ μετὰ ταῦτα ἀπολήψονται, κἂν μὴ νῦν ἀπολαμβάνωσιν· εἰ δὲ ἐξήρπασεν αὐτοὺς ἐκ τοῦ μέσου νῦν, πολλὴν ἂν ἡμῶν παράκλησιν καὶ παραμυθίαν ἀφείλετο· μεγίστη γὰρ ὄντως παράκλησις καὶ παραμυθία ἀπὸ τῶν τάφων τῶν ἁγίων τούτων πᾶσιν ἀνθρώποις προσγίνεται. Καὶ τῶν λεγομένων ὑμεῖς μάρτυρες. Πολλάκις γοῦν ἡμῶν ἀπειλούντων, κολακευόντων, φοβούντων, προτρεπόντων, οὐ τοσαύτην ἐδέξασθε προθυμίαν εἰς εὐχὴν, οὐδὲ διηγέρθητε· εἰς δὲ μαρτύριον ἀπελθόντες, οὐδενὸς συμβουλεύοντος, τὸν τάφον μόνον ἰδόντες, τῶν ἁγίων πολλὰς ἐξεχέατε δακρύων πηγὰς, καὶ διεθερμάνθητε ἐν ταῖς εὐχαῖς. Καίτοι γε ἄφωνος ὁ μάρτυς κεῖται ἐν πολλῇ τῇ σιγῇ. Τί ποτ' οὖν ἐστι τὸ κεντοῦν τὸ συνειδὸς, καὶ ποιοῦν ὥσπερ ἐκ πηγῆς ἀναβλύζειν τοὺς τῶν δακρύων κρουνούς; Αὐτὴ τοῦ μάρτυρος ἡ φαντασία, καὶ τῶν κατορθωθέντων πάντων ἡ μνήμη. Καθάπερ γὰρ οἱ πένητες, ἐπειδὰν ἴδωσι πλουτοῦντας ἑτέρους ἐν ἀξιώμασιν ὄντας, δορυφορουμένους, πολλῆς παρὰ βασιλέως τιμῆς ἀπολαύοντας, ἀκριβέστερον τὴν ἑαυτῶν πενίαν ἐν ταῖς ἑτέρων εὐπραγίαις μανθάνοντες ἀποδύρονται· οὕτω δὴ καὶ ἡμεῖς, ἐπειδὰν ἀναμνησθῶμεν τῆς τῶν μαρτύρων παῤῥησίας, ἣν ἔχουσι πρὸς τὸν βασιλέα τῶν ὅλων Θεὸν, καὶ τῆς λαμπρότητος καὶ τῆς δόξης, καὶ τῶν οἰκείων ἀναμνησθῶμεν ἁμαρτημάτων ἀκριβέστερον τὴν ἑαυτῶν πενίαν ἐκ τῆς 50.649 ἐκείνων εὐπορίας κατιδόντες ἀλγοῦμεν καὶ ὀδυνώμεθα, καταμανθάνοντες ὅσον αὐτῶν ἀπολιμπανόμεθα· καὶ τοῦτό ἐστι τὸ ποιοῦν τὰ δάκρυα. ∆ιὰ τοῦτο ἡμῖν τὰ σώματα ἀφῆκεν ἐνταῦθα ὁ Θεὸς, ἵν' ὅταν ὁ τῶν πραγμάτων ὄχλος καὶ φροντίδων πλῆθος βιωτικῶν σκότος πολὺ τῆς διανοίας κατασκεδάσῃ τῆς ἡμετέρας, ἢ ἐξ ἰδιωτικῶν ἢ ἐκ δημοσίων πραγμάτων πολλὰ δὲ τοιαῦτα, τὴν οἰκίαν ἀφέντες, τῆς πόλεως ἐξελθόντες, πολλὰ χαίρειν τοῖς θορύβοις τούτοις εἰπόντες, ἀναχωρήσωμεν εἰς μαρτύριον, ἀπολαύσωμεν τῆς αὔρας ἐκείνης τῆς πνευματικῆς, ἐπιλαθώμεθα τῆς πολλῆς σχολῆς, ἐντρυφήσωμεν τῇ ἡσυχίᾳ, συγγενώμεθα τοῖς ἁγίοις, παρακαλέσωμεν αὐτῶν τὸν ἀγωνοθέτην ὑπὲρ τῆς ἡμετέρας σωτηρίας, πολλὰς ἱκετηρίας ἐκχέωμεν, διὰ τούτων πάντων ἀποθέμενοι τὸ βάρος τοῦ συνειδότος, μετὰ πολλῆς τῆς ψυχαγωγίας οἴκαδε πάλιν ἐπανέλθωμεν. Μαρτύρων θῆκαι οὐδὲν ἄλλο εἰσὶν, ἀλλ' ἢ λιμένες ἀσφαλεῖς, καὶ πηγαὶ ναμάτων πνευματικῶν, καὶ θησαυροὶ περιουσίας ἀνάλωτοι, μηδέποτε ἐλεγχόμενοι. Καὶ καθάπερ οἱ λιμένες ὑποδεχόμενοι τὰ πλοῖα πολλοῖς κύμασι περιαντληθέντα ἐν ἀσφαλείᾳ καθιστῶσιν, οὕτω δὴ καὶ τῶν μαρτύρων αἱ θῆκαι ὑποδεξάμεναι τὰς ἡμετέρας ψυχὰς βιωτικοῖς πράγμασι περιαντλουμένας ἐν πολλῇ καθιστῶσι γαλήνῃ καὶ ἀσφαλείᾳ· καὶ ὥσπερ αἱ πηγαὶ τῶν ψυχρῶν ναμάτων τὰ πεπονηκότα καὶ καταφλεχθέντα ἀνακτῶνται σώματα, οὕτω δὴ καὶ αὗται τὰς ἀπὸ τῶν ἀτόπων παθῶν κατακαυθείσας ψυχὰς καταψύχουσι, καὶ ἐπιθυμίαν ἄτοπον, καὶ φθόνον τήκοντα, καὶ θυμὸν ζέοντα, καὶ εἴ τι τοιοῦτον ἕτερον διενοχλήσειεν, ἀπὸ τῆς ὄψεως μόνης κατασβέννυσι, καὶ θησαυρῶν δὲ ἐκ πολλῆς τῆς περιουσίας βελτίους εἰσίν. Οἱ μὲν γὰρ τῶν χρημάτων θησαυροὶ πολλοὺς παρέχουσι κινδύνους τοῖς εὑρίσκουσιν αὐτοὺς, καὶ εἰς πολλὰ μέρη διαιρεθέντες, ἐλάττους γίνονται τῇ διανομῇ· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτόν ἐστιν, ἀλλ' ἀκίνδυνος μὲν ἡ εὕρεσις, ἀμείωτος δὲ ἡ διαίρεσις, ἀπεναντίας τοῖς αἰσθητοῖς θησαυροῖς. Ἐκεῖνοι μὲν γὰρ, ὡς ἔφθην εἰπὼν, κατακερματισθέντες ἐλάττους γίνονται· οὗτοι δὲ ὅταν εἰς πολλοὺς διαιρεθῶσι, τότε μᾶλλον τὴν οἰκείαν ἐνδείκνυνται