3
σου· ἀποθνήσκεις γὰρ σὺ, καὶ οὐ ζήσῃ· ἀλλὰ τὰς τῶν γηΐνων ἡμῶν κωμῳδῶ προαιρέσεις, ὅτι τὰ τούτοις ἐκ τούτων παραπεμπόμενα χρήματα τῶν ἀδιαδόχων τιμιώτερα κρίνομεν. Ὄντως πορισμὸς μέγας ἡ εὐσέβεια· οὐχ ὑπόκειται θανάτου διαδοχαῖς, οὐ διαθηκῶν σκορπίζεται γράμμασιν, οὐκ ἀφεὶς τὸν κτησάμενον κληρονομεῖται παρ' ἄλλων. Αὐτὸς ἑαυτοῦ κιβωτὸς ὁ φιλόθεος, αὐτὸς κληρονόμος τῆς οἰκείας οὐσίας, τῷ τῆς εὐσεβείας συνεκδημεῖ βαλαντίῳ, τῷ τῶν ἐλπίδων συνεπάγεται πλούτῳ, βαστάζει τῶν ἀρετῶν ὁδεύων τὴν πρόσοδον, εὑρίσκει τὸν οὐρανὸν οἰκίαν, ἀναμίγνυται συμποσίῳ δικαίων, καρποῦται βασιλείας ἀξίαν αἰώνιον, πρόσεισι τῷ βασιλεῖ σὺν παῤῥησίᾳ βοῶν· Σὺ εἶ ὁ ἀποκαθιστῶν τὴν κληρονομίαν μου ἐμοί. 64.480 Πρὸς ἐκεῖνα Χριστιανοῖς ὁ σκοπός· δι' ἐκεῖνα τὸ τεχθῆναι μακαριστὸν, ὅτι τεύξεταί τις θέας ὑπὲρ ἔννοιαν θείας· τῆς τῶν ἀνθρώπων ἐξαίφνης ἀνοίξεως, τῆς παραδόξου τῆς γῆς ἀλλοιώσεως, τῶν τοὺς ἐξ αἰῶνος σαλπίγγων νεκροὺς ἐγειρουσῶν, τῶν φερομένων δι' ἀέρος δικαίων, τῶν ἀγγελικῶν ὀφθαλμοφανῶς βακχευμάτων, τῆς ἐπὶ τὴν γῆν ὑπ' ὄψεσιν τῆς οἰκουμένης τοῦ δεσπότου καθόδου. Ὦ πηλίκον τὸ νῦν αὐτοὺς πεφιληκότας θερμῶς κατὰ τὴν τότε βοῆσαι προσελθόντας ἀπάντησιν· Μνήσθητι, Κύριε, ὡς ἐπορεύθημεν ἐνώπιόν σου μετὰ ἀληθείας καὶ τὰ ἀρεστὰ ἐνώπιόν σου ἐποιήσαμεν, καὶ βοῶντας εὐθέως ἀντακοῦσαι βοῶντος· Καὶ γινώσκω τὰ ἐμὰ, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν.
Ἀνανεύσωμεν δὴ τῆς πολλῆς περὶ τὰ βιωτικὰ φροντίδος· κουφίσωμεν τῶν γηΐνων τὴν ψυχὴν φορτισμάτων· διέλθωμεν πρὸς τὸ μέλλον ἐννοίαις· τῶν ἀδιαδόχων θησαυρῶν ἐρασθῶμεν· φυλάξωμεν ἀρετῆς ἁλουργίδι τὸ τῆς βασιλικῆς εἰκόνος ἀξίωμα· βασιλεύειν τῶν τοῦ βίου ταχθέντες, εἰς δουλείαν τὴν βασιλείαν μὴ στρέφωμεν· πρὸ παντὸς πλούτου ζητῶμεν τὸν τοῦ πλούτου προστάτην· Πλούσιοι γὰρ, φησὶν, ἐπτώχευσαν καὶ ἐπείνασαν, οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον, οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.