1

 2

 3

 4

 5

3

πράττοντα; Μὴ γὰρ δὴ τὴν παροῦσαν κατάστασιν ἴδῃς, ἀλλ' ἐννόησον, ὅτι τότε πρῶτον ἐκεῖνον νεκρὸν εἶδεν ὁ ἄνθρωπος, καὶ πολλοῦ μὲν τοῦ δέους, πολλῆς δὲ ἐπληροῦτο τῆς ταραχῆς. Ἀλλ' ὅμως μετὰ τούτου καὶ τὰ τῆς παρακλήσεως ἐπενόησεν ὁ Θεός· οὐδὲ γὰρ τὸν φόβον αὐξηθῆναι τοῦ θανάτου μόνον ἠβούλετο, ἀλλά τινα καὶ παραμυθίαν τὸν ἄνθρωπον καρπώσασθαι. Ποίαν δὴ ταύτην; Τὴν ἀπὸ τῆς ἀναστάσεως. Ἀλλ' εὐθέως μὲν αὐτὴν οὐκ ἔδωκεν, εὐθέως δὲ αὐτῆς τὰς ἐλπίδας ἀμυδρῶς καὶ ὡς ἐν αἰνίγματι διήνοιξεν. Ἐπειδὴ γὰρ ὁ φόβος ηὐξήθη καλῶς, καὶ τοῦ ἀνθρώπου τὴν διάνοιαν κατέσεισε, καὶ ἐδείχθη τί ποτε ἦν ὁ θάνατος, πῶς βαρὺ καὶ ἐπαχθὲς καὶ φορτικὸν, οὐκ ἀπὸ τῆς ὄψεως τῆς τότε γενομένης μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν μετὰ τὴν ὄψιν, τῶν σκωλήκων, τῆς δυσωδίας, τοῦ ἰχῶρος, τῆς τέφρας, τῶν ἄλλων ἁπάντων τῶν τῷ νεκρῷ παρακολουθούντων σώματι· ἐπειδὴ οὖν ὁ φόβος ηὐξήθη, καὶ κατέσεισε τὴν διάνοιαν, ὅρα πῶς καὶ τὴν ἀπὸ τῆς ἀναστάσεως εἰσάγει λοιπὸν ἐλπίδα, ἀμυδρὰν μὲν καὶ ἀσαφῆ, εἰσάγει δὲ οὖν ὅμως. Τὸν γὰρ Ἐνὼχ μετὰ ταῦτα γενόμενον οὐκ ἀφῆκεν ἀποθανεῖν· καί φησι Παῦλος· Πίστει Ἐνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον, καὶ οὐχ ηὑρίσκετο, διότι μετέθηκεν αὐτὸν ὁ Θεός. Μετέθηκεν, καὶ οὐκ ἀφῆκεν ἀποθανεῖν· οὐ μὴν ἀθάνατον τέως ἐποίησεν, ὥστε μὴ ἐκλῦσαι τὸν φόβον, ἀλλὰ μένει μὲν οὐκ ἀποθανὼν, οὐ μήν ἐστιν ἀθάνατος, ἀλλ' ἐν τῷ θνητῷ σώματι μῆκος ζωῆς ἐχαρίσατο· παρανοίγων, ὡς εἶπον, ἀμυδρῶς πρὸ τῆς ἀναστάσεως τὰς ἐλπίδας. ∆ιά τοι τοῦτο καὶ πρῶτον δίκαιον συνεχώρησεν ἀποθανεῖν· μετὰ γὰρ τῆς εἰρημένης αἰτίας οὐκ ἄν τις ἁμάρτοι καὶ ταύτην εἰπών. Ποίαν δὴ ταύτην; Τὴν τῆς ἀναστάσεως. Ἐπειδὴ γὰρ οὐκ ἔμελλε διηνεκῶς ὁ θάνατος κρατεῖν, διὰ τοῦτο τὸν πρῶτον αὐτοῦ θεμέλιον καὶ τὴν πρώτην ῥίζαν ἐν δικαιώματι παγῆναι ἐποίησεν, ἵνα σαθρὸς ὁ θεμέλιος γένηται.

Ὥσπερ γὰρ ἁμαρτία θανάτου τροφὴ, οὕτω δικαιοσύνη θανάτου ἀναίρεσις καὶ ἀφανισμός. Συνεχώρησε τοίνυν τὸν πρῶτον μέλλοντα τελευτᾷν δίκαιον εἶναι, ἐκ προοιμίων ἡμῖν διαλεγόμενος, καὶ χρηστὰς ὑποφαίνων ἐλπίδας καὶ δεικνὺς, ὅτι οὐκ ἀφήσει τὸ γένος ἡμῶν ἐναπομεῖναι τῇ τελευτῇ· διὸ δὴ καὶ σαθρότερον κατεβάλετο αὐτῷ τὸν θεμέλιον.

γʹ. Εἶτα μετὰ τὸν Ἐνὼχ ἐπὶ τοῦ Νῶε ἑτέρῳ πάλιν τρόπῳ ἀναστάσεως ὄψιν

ἡμῖν ἔδειξε. Τί γὰρ τῶν τετελευτηκότων ἄμεινον διέκειτο ἐν τοσούτῳ βυθῷ καὶ σκότῳ καὶ δεσμωτηρίῳ κατακεκλεισμένος ὁ Νῶε; Ἀλλ' ὅμως τὰ πελάγη ἐκεῖνα τὰ ἄπειρα, τὰ καλύψαντα τὰς κορυφὰς τῶν ὀρῶν, τὸν ἐν τῇ κιβωτῷ οὐ κατεπόντισεν· ἀλλ' ὥσπερ ἐκ θανάτου ἀναστὰς, οὕτως ἐκ τοῦ μακροῦ χειμῶνος ἐξῄει τότε ἐκείνου ὁ Νῶε, τῆς ἀναστάσεως τὴν ὄψιν ἐπὶ τῆς οἰκείας δεικνὺς σωτηρίας. Πάλιν μετ' ἐκεῖνον (ὅσῳ γὰρ ὁ χρόνος προῄει, τοσούτῳ τρανότεραι καὶ αἱ εἰκόνες τῆς ἀναστάσεως ἐδείκνυντο) καὶ ἐπὶ τοῦ Ἰωνᾶ τὸ αὐτὸ τοῦτο εἰργάσατο. Αἱ γὰρ τρεῖς ἡμέραι αἱ ἐν τῷ κήτει τῶν τριῶν ἡμερῶν τῶν ἐν τῷ θανάτῳ σύμβολον 63.476 ἦσαν, καὶ ἡ ἀπαλλαγὴ τοῦ κήτους τῆς ἀναστάσεως τοῦ ∆εσποτικοῦ σώματος προανακήρυξις ἦν· διὸ καὶ αὐτὸς ἔλεγε, Σημεῖον ἐπιζητεῖ ἡ γενεὰ αὕτη, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον τοῦ Ἰωνᾶ· ὥσπερ γὰρ Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας ἐποίησεν· οὕτως ἔσται ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. Καὶ τὴν γέννησιν δὲ τοῦ Ἰσαὰκ οὐκ ἄν τις ἁμάρτοι ἀναστάσεως τύπον προσειπών.

∆ιά τοι τοῦτο καὶ ὁ Παῦλος διηγησάμενος τὰ κατὰ τὰς γονὰς αὐτοῦ ἀπὸ τῆς στείρας, καὶ εἰπὼν ὅτι ὁ πατὴρ αὐτοῦ παρ' ἐλπίδα ἐπ' ἐλπίδι ἐπίστευσε, καὶ ὅτι Μὴ ἀσθενήσας τῇ πίστει, κατενόησε τὸ ἑαυτοῦ σῶμα νενεκρωμένον καὶ τὴν νέκρωσιν τῆς μήτρας Σάρας· εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ, ἀλλ' ἐνεδυναμώθη τῇ πίστει, δοὺς δόξαν τῷ Θεῷ, καὶ πληροφορηθεὶς ὅτι καθ' ὃ