3
μαλακιζόμενοι, τὰ εἴδωλα πάντων τῶν ἐκεῖ γεγενημένων φέροντες· οὕτω καὶ τὸν ἀπὸ θεωρίας μαρτύρων ἐπανιόντα πᾶσι γνώριμον εἶναι χρὴ, τῷ βλέμματι, τῷ σχήματι, τῇ βαδίσει, τῇ κατανύξει, τῇ συναγωγῇ τῆς διανοίας· πῦρ πνέοντα, συνεσταλμένον, συντετριμμένον, νήφοντα, ἐγρηγορότα, διὰ τῶν κινημάτων τοῦ σώματος τὴν ἔνδοθεν ἀνακηρύττοντα φιλοσοφίαν. Οὕτω τοίνυν εἰς τὴν πόλιν ἐπανίωμεν, μετὰ τῆς προσηκούσης εὐταξίας, μετὰ εὐτάκτου βαδίσεως, μετὰ συνέσεως καὶ σωφροσύνης, μετὰ ἡμέρου καὶ γαληνοῦ βλέμματος.
Στολισμὸς γὰρ ἀνδρὸς, καὶ γέλως ὀδόντων, καὶ βῆμα ποδὸς ἀπαγγελεῖ τὰ περὶ αὐτοῦ. Οὕτως ἀεὶ ἀπὸ μαρτύρων ἐπανίωμεν, ἀπὸ μύρων πνευματικῶν, ἀπὸ λειμώνων οὐρανίων, ἀπὸ θεαμάτων καινῶν καὶ παραδόξων, ἵνα καὶ αὐτοὶ πολλὴν καρπωσώμεθα τὴν εὐκολίαν, καὶ ἑτέροις ἐλευθερίας πρόξενοι γενησώμεθα, καὶ τῶν μελλόντων ἐπιτευξώμεθα ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.