1

 2

 3

 4

3

∆εῦτε, μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Οὐκ ἐπίδειξιν ῥημάτων ἐργάζομαι, πραγμάτων ὑμῖν παραδέδωκα πεῖραν· Ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, ἀφ' ὧν ἐγενόμην θεώρησον. Βλέπε μου τὴν μορφὴν, καὶ ἐννόει μου τὴν ἀξίαν, καὶ προσκύνει δέ μου τὴν διὰ σὲ συγκατάβασιν· λόγισαι πόθεν ἐλθὼν, ποῦ σοι συνδιαλέγομαι· οὐρανὸν ἔχων θρόνον, ἐπὶ γῆς σοι φθεγγόμενος ἵσταμαι· ἄνω δοξάζομαι, καὶ ὡς μακρόθυμος οὐκ ὀργίζομαι, Ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Εἰ μὴ ἤμην πρᾶος τοῦ Βασιλέως Υἱὸς, οὐκ ἂν δούλην ἐπελεγόμην μητέρα· εἰ μὴ ἤμην πρᾶος ὁ τῆς ἀφανοῦς καὶ φαινομένης οὐσίας δημιουργὸς, οὐκ ἂν πρὸς ὑμᾶς ἐπεδήμουν· εἰ μὴ ἤμην πρᾶος, οὐκ ἂν ὑπὸ σπαργάνων ἠνειχόμην ὁ τῶν αἰώνων πατήρ· εἰ μὴ ἤμην ταπεινὸς, οὐκ ἂν φάτνης ἐδεχόμην πενίαν ὁ τῆς κτίσεως ὅλης κεκτημένος τὸν πλοῦτον· εἰ μὴ ἤμην πρᾶος, οὐκ ἂν συνδιῆγον ἀλόγοις ὁ μηδὲ τοῖς Χερουβὶμ θεωρούμενος· εἰ μὴ ἤμην πρᾶος, οὐκ ἂν ὁ φῶς ἐμπτύων τυφλοῖς ὑπὸ ἀνόμων ἐνεπτυόμην χειλέων· εἰ μὴ πρᾶος ἤμην, οὐκ ἂν δούλους ἐλευθερῶν ἐγὼ τὸν δουλικὸν ὑπέμεινα ῥαπισμόν· εἰ μὴ πρᾶος ἤμην, οὐκ ἂν νῶτόν μου 50.723 παρεῖχον ὑπὲρ αἰχμαλώτων εἰς μάστιγας. Τί δὲ τὸ μεῖζον οὐ λέγω; εἰ μὴ πρᾶος ἤμην, ἄλλων τὸ παθεῖν χρεωστούντων, οὐκ ἂν ὁ μηδὲν ὀφείλων ἐγὼ τὸ τοῦ θανάτου χρέος ὑπὲρ ἐκείνων κατέβαλον. Κατεβαλόμην δὲ ἵνα καὶ τοῖς ἐν ᾅδῃ κάτω κατεχομένοις τῆς καταδίκης διαλύσω τὸ πρόστιμον· οὐ γὰρ μόνον ζώντων εἰμὶ βασιλεὺς, ἀλλὰ καὶ νεκρῶν ∆εσπότης. Τούτου χάριν ἑκατέραν ἦλθον τῆς οἰκονομίας ὁδόν. Ἐφάνην ἄνθρωπος, γέγονα καὶ πρὸς ὀλίγον νεκρὸς, ἵνα πᾶσι καὶ τοῖς ὑπὸ γῆν τῆς ἐμῆς ἀφθαρσίας διανείμω τὸ χάρισμα.

∆εῦτε, μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Γνώμης, οὐ φύσεως ἡ εὐτέλεια· οὐσίαν ἀπρόσιτον ἔχω, διάνοιαν δὲ πρὸς πάντας βαδίζουσαν. ∆εῦτε, μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ, οὐ τῇ ἀξίᾳ· μέτριος τὴν γνώμην, οὐ τὴν ῥώμην ὑπάρχω· διὰ τὴν ῥώμην ἀγγέλοις φοβερός εἰμι, διὰ τὴν γνώμην ἀνθρώποις ταπεινὸς ἐγώ· ∆εῦτε, μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ. Οὐκ ἀφ' ὧν ὑπάρχω, λαλῶ, ἀλλ' ἀφ' ὧν ἐλεῶ, διαλέγομαι. Ὑπὲρ τὴν ἐξουσίαν φιλῶ τὴν χρηστότητα. Βασιλεὺς ὁ ταῦτά σοι λέγων εἰμί· μέγεθος ἔστι μοι δυνάμεως, ἀλλ' οὐ καταπλήττω σου τῷ παρόντι μοι δυνατῷ τὴν ἀσθένειαν. Οὐ λέγω, ∆εῦτε, μάθετε ἀπ' ἐμοῦ ὅτι ∆εσπότης εἰμὶ, ὁ τῆς κτίσεως Κύριος, ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν, ὁ τὸν οὐρανὸν μετρήσας σπιθαμῇ, καὶ τὴν γῆν κατέχων δρακί· ἀλλὰ, ∆εῦτε, μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ. Οὕτως εἰμὶ πρᾶος, ἥμαρτες σὺ, καὶ ἐμαστιγώθην ἐγώ· οὕτως ἑκών εἰμι ταπεινὸς, ἦλθον ὁ ∆εσπότης ἐλευθερῶσαι τοὺς δουλεύοντας, καὶ αὐτοί με τὸν ἐλευθερωτὴν ἐῤῥάπισαν ὁμοῦ καὶ ἐσταύρωσαν οἱ δουλεύοντες, καὶ πρὸς τούτοις πρὸς τὸν ἐμὸν Πατέρα ὑπὲρ αὐτῶν πρεσβεύων ἔλεγον· Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσι. ∆εῦτε οὖν, μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· δεῦτε, ἱκετεύω δεόμενος, ἱκετεύειν οὐκ αἰσχύνομαι, τοὺς ἐμοὺς δούλους αἱροῦμαι παρακαλεῖν, ἵνα μὴ κολάζειν ἀναγκασθῶ· δεῦτε, μάθετε ἀπ' ἐμοῦ τὸ πρᾶον πρὶν ἢ θεάσησθέ μου τὸ φοβερόν· δεῦτε νῦν, ἰατρεύω, μετὰ βραχὺ λογιστεύω· νῦν φείδομαι, μετὰ μικρὸν ἀποφαίνομαι· νῦν φιλάνθρωπος, μετ' ὀλίγον δικαιοκρίτης φανήσομαι. ∆εῦτε, μάθετε, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Ἢ τὸ πρᾶον τιμήσατε, ἢ τὸ δυνατὸν εὐλαβήθητε. ∆εῦτε, φθάσατέ μου τὸ πρόσωπον ἐν ἐξομολογήσει· καιρῷ γὰρ τὰ τῆς τοιαύτης παρ' ἐμοῦ διώρισται μετριότητος.

γʹ. Ὁ παρὼν μόνος ἐστὶ βίος τῆς ἐμῆς μακροθυμίας ἐπίδειξις· ἥξει καιρὸς, ὅτε

ταύτης μου τῆς χρηστότητος ἡ θύρα κλεισθήσεται· ἥξει καιρὸς, ὅτε δάκρυον τῶν ἁμαρτωλῶν οὐκ ὠφελήσει σταζόμενον· ἥξει καιρὸς, ὅτε σάλπιγγες πανταχόθεν κτυποῦσαι τὴν δευτέραν μου παρουσίαν δηλοῦσιν, ὅτε τὴν γῆν ὅλην διατρέχοντες