3
κρύψω μᾶλλον τὸ μυστήριον; Εἰ ἐψεύσατο ὁ ἐλθὼν τέως, καθ' ἑαυτῆς ἐρεθίζω τὴν γλῶτταν τοῦ γέροντος.
Καὶ ὡς ταῦτα ἐσκέπτετο ἡ παρθένος, ἡ κοιλία ὀγκουμένη προέκοπτε, καὶ τὸ βρέφος ἔνδον ἐχόρευε. Μαρία δὲ περὶ τούτου ἐσκέπτετο, καὶ μυρία παραπετάσματα τῇ γαστρὶ ἐπιβαλοῦσα, τὸν Ἰωσὴφ λανθάνειν ἠβούλετο· ἀλλ' οὐκ ἠδύνατο κρύψαι πόλιν ἐπάνω ὄρους κειμένην. Τὸν Ἰωσὴφ ἔνυξεν ἡ δεῖξις τῆς κοιλίας, καὶ λοξῷ τῷ ὀφθαλμῷ τῆς παρθένου τὴν κοιλίαν ἐστάθμιζε. Καὶ ὑβρίζειν ἤθελε, καὶ σιωπᾷν ἠναγκάζετο· ὑβρίζειν ἤθελεν, ὡς πεπρακυῖαν τὰ τῆς παρθενίας κειμήλια· καὶ ὁ πρῶτος βίος διεκώλυε. Λοιπὸν τὴν ἰδίαν ψυχὴν ταῖς θλίψεσιν ἐβασάνιζεν· Οἴμοι, λέγων, τί ποιήσω ἐγώ; ἡ ὄψις παρθένου, ἡ κατάστασις παρθένου, οἱ ὀφθαλμοὶ παρθένου, ὁ γέλως παρθένου· καὶ ἡ κοιλία οὐ παρθένου, ἀλλὰ μητρός· ὁ λόγος παρθένου· οἴμοι, οἴμοι· οὐ φέρω λοιπὸν ὁρῶν. ∆ημηγορήσω λοιπὸν τὸ πρᾶγμα, ἐλέγξω τὴν Μαρίαν; Ἡ γὰρ αἰσχύνη κοινή. Βοήσω μετὰ κραυγῆς, μήπως τοῦ ἀσπόρου παιδὸς κληθῶ πατήρ;
Οὐδεὶς τῆς κόρης κατήγορος, ἐπειδὴ οὐκ ἔχει ὁ κυοφορούμενος τὸν παιδοσπορήσαντα. Τάχα μοι καὶ τὸ σιωπᾷν καὶ τὸ λαλεῖν ἐστιν ἐπικίνδυνον. Τί οὖν ποιήσω; καλέσας ἐρωτήσω, ἢ πρὸ ἐρωτήσεως δείξω; Ἀλλ' ἡ γραφὴ μαρτυρεῖ· ἐλέγξω μᾶλλον. Μὴ οὐκ ἐποίησε; Καλέσας οὖν αὐτὴν αὐστηρῷ τῷ προσώπῳ, κριτὴς τοῦ ἐν κοιλίᾳ κριτοῦ ἐκαθέζετο. Λέγε μοι, φησὶ, μετὰ ἀκριβείας τὸ γέγονός σοι· μὴ κρύψῃς με τὸ συμβάν σοι· οὐδεὶς ὁ παρὼν τῶν λόγων ἀκροατής· οἶδα φυλάττειν μυστήρια· οὐδεὶς μανθάνει τὸ πρᾶγμα, μόνον με πληροφόρησον. Πόθεν τοῦτο ὑπάρχει τὸ ὁρώμενον ἐν σοί; τὸν τούτου πατέρα ὑπόδειξόν μοι, καὶ ἐλευθερῶ σε τοῦ πταίσματος· συγγνώμης γὰρ ἀξιωθήσῃ, ὡς ἐν ἐπιθυμίᾳ νικηθεῖσα γυνή. Καὶ ἡ παρθένος πρὸς αὐτὸν ἀπεκρίνατο· Εἰ πατέρα τούτου ζητεῖς, εὑρήσεις οὐδέποτε· εἰ δὲ καὶ ὀρφανὸν νομίσεις, καὶ τούτου ἀπέτυχες. Καὶ ὁ Ἰωσήφ· Οὐδὲν ψεύσασθαι, Μαρία, δεδύνησαι· πῶς γὰρ δύναται ὀρφανὸν μὴ εἶναι καὶ πατέρα μὴ ἔχειν; Καὶ ἡ παρθένος· Εἰ δὲ ζητεῖς τίς, Ἰωσὴφ (ἀγνοεῖς γὰρ), ἐὰν εἴπω σοι τὸ ἀληθὲς, οὐ πιστεύομαι. Κοιλίαν βλέπεις, καὶ τὸν κρυπτόμενον Κύριον οὐχ ὁρᾷς· γαστέρα κατανοεῖς, καὶ οὐ λογίζῃ τὸν ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐκ Πατρὸς γεννηθέντα, καὶ ἐν ἐμοὶ αὐλιζόμενον.
Εἰ εἴπω σοι, ὃ εἶπέ μοι ὁ ἄγγελος, ἐρεῖς, ὅτι Ἑαυτῇ μαρτυρεῖς, καὶ ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής. Καὶ ὁ Ἰωσήφ· Φέρε τοὺς ἀκηκοότας, δὸς τοὺς παρεστῶτας, ἄγαγε ἀληθεύοντας μάρτυρας. Καὶ ἡ παρθένος ἔφη· Εἰ ταῦτα ζητεῖς, εὑρήσεις οὐδέποτε· εἷς γὰρ δι' ἑνὸς πρὸς μίαν ἀπεσταλμένος διὰ μόνης καταμόνας ἐλάλησεν· οὐδεῖς παρῆν· ἐπεὶ οὐδεὶς ἔμελλεν εἶναι τοῦ τικτομένου πατήρ. Ὡς δὲ ἠπιστεῖτο ἡ παρθένος, ὑπονοήσασα λοιπὸν εἰς ἕτερον λογισμὸν ἦλθε Μαρία, λέγουσα· Ἡ γαστήρ με προδίδωσιν, ὁ παῖς μου κατηγορεῖ ἐν κοιλίᾳ ἀγαλλόμενος· τί οὖν καθ' ἑαυτῆς ἐπὶ πλεῖον ἐρεθίζω τὸν Ἰωσήφ; Πνίξω τῇ σιωπῇ τὰ χείλη μου, καὶ πρὸς τὸν ἄγγελον ἀοράτως δικάσομαι· Ποῦ τὰ νῦν ὑπάρχεις, ὁ τὸ, Χαῖρε, κεχαριτωμένη, φθεγγόμενος; ἐν ποίοις τόποις αὐλίζῃ; εἰπὲ, ἵνα ἐκεῖ παραγένωμαι, καὶ κρεμασθῶ τῷ τραχήλῳ σου, μέχρις ἐλθὼν πληροφορήσεις τὸν Ἰωσὴφ, τίνος υἱὸς ὁ ἐμῆς κοιλίας κοιτῶνα σκιρτοβατῶν. Οὐ φέρω τὸν πρεσβύτην ὑπιδόντα, γογγύζοντα· καὶ σὺ ποίῳ τόπῳ χρονίζεις ἀγνοῶ· ἐλθὲ, καὶ ὑπὲρ ἐμοῦ δικαιολόγησαι. Ταῦτα τῆς Μαρίας λεγούσης, τὸ τάχος ὁ ἄγγελος πρὸς τὸν Ἰω 60.759 σὴφ παραγίνεται, καὶ πληροφορήσας τὸ ἐκβαλεῖν τὴν παρθένον ἐκώλυε, Μὴ φοβηθῇς, λέγων τῷ Ἰωσὴφ, παραλαβεῖν Μαρίαν τὴν γυναῖκά σου· οὐ γάμου κοινωνίαν, ἀλλὰ θεϊκῶν μυστηρίων οἰκονομίαν σοι λέγω. Ἀλλὰ πατὴρ οὐχ ὑπάρχεις; Ἐν γῇ πατέρα μὴ ζητήσῃς, μήτε ἐν οὐρανοῖς μητέρα. Πάσης ὀρφανίας ἡ φύσις ἀπήλλακται· μόνος γὰρ ἐκ μόνου καταμόνας πρὸ αἰώνων ὑπάρχει. Νῦν μόνος ἐκ μόνης, ὡς οἶδε μόνος. Μὴ ὀλιγοψυχήσῃς τὴν