3
ἀγαθόν. Καὶ τὸ θαυμαστότερον ἄκουσον· Ἐν τῷ καιρῷ τοῦ ἀγῶνος ὁ ∆εσπότης συναθλεῖ τοῖς παλαίουσι, καὶ ἐν τῇ ὥρᾳ τῆς νίκης βραβευτὴς προκαθέζεται, πρὸς πάλην ἀλείφει, καὶ μετ' ὀλίγον τοὺς στεφάνους αὐτὸς ἐπιτίθησι· συμπαλαίει, τῷ κάμνοντι χαρίζεται δύναμιν, παρέχει τῆς νίκης τὰς ἀφορμὰς, καὶ μετ' ὀλίγον ὡς νικητῇ τοὺς μισθοὺς ἀποδίδωσι. Πόθεν τοῦτο δῆλον; Ἄκουσον τοῦ ∆αυῒδ κεκραγότος· Μετ' αὐτοῦ εἰμι ἐν θλίψει, ἐξελοῦμαι αὐτὸν καὶ δοξάσω αὐτόν. Ὢ φιλανθρωπίας ἀφράστου! ὢ τῆς ὑπὲρ πάντα λόγον χρηστότητος! Βλέπε γὰρ ὅπερ λέγει ὁ ∆εσπότης· Ἐν τῷ καιρῷ, φησὶ, τῆς θλίψεως μετ' αὐτοῦ εἰμι, τὴν ἀνάγκην συμμερίζομαι, ἐξαρπάζω τοῦ κινδύνου. Ταῦτα πάντα ποιῶ συναγωνιζόμενος. Εἶτα λοιπὸν ὡς βραβευτὴς καὶ ∆εσπότης τὴν φιλοτιμίαν προτίθημι λέγων· ∆οξάσω αὐτὸν, μακρότητι ἡμερῶν ἐμπλήσω αὐτόν.
Τοῦτο ποιεῖν εἴωθεν ὁ ∆εσπότης καὶ ἐπὶ τὸν εὐμετάδοτον· κοι 60.741 λαίνει τὴν χεῖρα τῷ πένητι δεχομένῳ τὴν εὐποιίαν. Ὅταν ἀκούσῃς Χριστοῦ χεῖρα, νόει τὴν παλάμην τὴν βαστάζουσαν τῆς οἰκουμένης τὰ πέρατα. Ἐκτείνει τοίνυν τὴν δεξιὰν ἀποῤῥήτως, λάθρα τοὺς ὀβολοὺς ὑποδέχεται, σημειοῦται τοῦ διδόντος τὸ πρόσωπον, ἐπὶ γῆς τὴν εὐεργεσίαν λαμβάνει, καὶ ἐν οὐρανῷ τὰς ἀμοιβὰς εὐτρεπίζει. Καὶ πῶς, καὶ πότε ποιεῖται τὴν ἀντίδοσιν; Ὅταν ἔλθῃ, φησὶν, ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὑτοῦ, καὶ πάντες οἱ ἅγιοι ἄγγελοι μετ' αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὑτοῦ· καὶ συναχθήσονται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφοριεῖ αὐτοὺς ἀπ' ἀλλήλων, καθὼς ἀφορίζει ὁ ποιμὴν τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων· καὶ τίθησι τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὑτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων· καὶ ἐρεῖ τοῖς ἐκ δεξιῶν αὑτοῦ· ∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου· ηὕρασθε γὰρ τὸν δικαστὴν ὀφειλέτην· μὴ φοβεῖσθε τὸν θρόνον, ἀλλ' ὡς εὐεργετημένῳ τῷ καθημένῳ προσδράμετε· ὅπερ ἐξεθέμην ὑμῖν προφέρω χειρόγραφον· οὐ κρύπτω τὴν εὐεργεσίαν, ἵνα μὴ ζημιωθῆτε τὴν φιλανθρωπίαν· οὐκ ἀρνοῦμαι τὴν δόσιν· πρὸς γὰρ τὴν ἀνταπόδοσιν σπεύδω. ∆εῦτε ὑμεῖς, τὸν σπόρον τῶν οἰκτιρμῶν ἐπεδείξασθε, ἐγὼ τὸ θέρος τῆς χαρᾶς ὑμῖν προητοίμασα. Εἰπὲ, ∆έσποτα, τὴν αἰτίαν. Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν. Μηδεὶς οὖν ὡς ἄπορον παραπεμπέτω τὸν πένητα· πεινῶντα γὰρ παρορᾷ τὸν ∆ικαστὴν τῶν μελλόντων 60.742 αἰώνων. Κτησώμεθα τοίνυν χρεώστην τὸν μέλλοντα κρίνειν ἐκεῖ. Ὁ ἐλεῶν γὰρ, φησὶ, πτωχὸν, δανείζει Θεῷ. Τῆς ἐκ δεξιῶν μερίδος ἄξιοι γενέσθαι σπουδάσωμεν, μισήσωμεν τὴν βδελυρὰν τῶν ἐρίφων συγγένειαν, τῶν ἀρνῶν τὴν κοινωνίαν μεταδιώξωμεν· ἔχομεν γὰρ ἐξουσίαν τὴν ἐπιλογὴν τοῦ βελτίονος.
∆ιὰ τοῦτο γὰρ ἡμῖν ὁ κριτὴς προηγόρευσε ∆εσποτικὸν ἐκεῖνο καὶ φοβερὸν δικαστήριον, καὶ αὐστηρίαν τῆς ἀποφάσεως, ἵνα τὸ κακῶς παθεῖν ἐκ τοῦ μαθεῖν τὴν ἀπειλὴν ὑπεκκλίνωμεν. Μὴ παραδράμωμεν τὸ τοῦ Παύλου παράγγελμα τὸ φάσκον· Πορισμὸς μέγας ἡ εὐσέβεια. Οὐχ ὑπόκειται λογοθεσίῳ (ἐν καιρῷ δὲ νοεῖ ∆ικαστοῦ αὐστηρίαν)· οὐ δέδοικε κατήγορον ἐπὶ τοῦ θρόνου κραυγήν· οὐκ ἐκδέχεται κατάγνωσιν, ἀλλ' ἀναμένει παράκλησιν· ἔστι γὰρ ἀνενδεὴς ἀπόλαυσις ἀγαθῶν, ἀναφαίρετος πλοῦτος, τιμὴ ἀδιάδοχος, κέρδος ἀταμίευτον, προβαδίζον βοήθημα, συνοδεύουσα χάρις, θεραπεία καρδίας, ψυχῆς ἀγαλλίασις, συνειδότος γαυρίαμα, ἀπολογία εὐπρόσιτος, ἀφορμὴ παῤῥησίας. Ἡ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν· ἐπαγγελίας ἔχουσα ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης, ἧς καὶ ἡμεῖς ἐπιτυχεῖν καταξιωθείημεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.