3
Τοσοῦτόν ἐστι κακὸν μὴ συγκροτεῖν ἑαυτὸν, μηδὲ τὰ καθ' ἑαυτὸν οἰκονομεῖν ὡς χρή. Τοῦτο καὶ ἐπὶ σωμάτων συμβαῖνον ἴδοι τις ἄν· τὸν μὲν γὰρ νοσοῦντα τὰς ὄψεις καὶ αὐτὸς ὁ ἥλιος σκοτίζειν εἴωθε, τὸν δὲ ὑγιῆ οὐδὲ τὸ σκότος παραβλάψαι δύναται. Καὶ τοῦτον οὐχ ἁπλῶς μηκύνω τὸν λόγον· ἀλλ' ἐπειδὴ πολλοὶ τὰς ἑαυτῶν ἀφέντες ῥᾳθυμίας αἰτιᾶσθαι, καὶ τὴν ἀγνωμοσύνην αὐτῶν καὶ τὴν ἀναισθησίαν διορθοῦν, τοῦτο μὲν οὐ ποιοῦσι, περιέρχονται δὲ ζητοῦντες ἑαυτοῖς ψυχρὰς ἀπολογίας, καὶ λέγοντες· Εἰ μὴ ὁ διάβολος ἦν, οὐκ ἂν ἀπωλόμεθα· εἰ μὴ νόμος ἦν, οὐκ ἂν ἡμάρτομεν· εἰ μὴ αἱρέσεις ἦσαν, οὐκ ἂν ὑπεσκελίσθημεν. Σκήψεις ταῦτα καὶ προφάσεις, ἄνθρωπε· τὸν γὰρ νήφοντα οὐδὲν βλάπτει ποτὲ, ὥσπερ οὖν τὸν καθεύδοντα καὶ ῥᾳθυμοῦντα καὶ τὴν ἑαυτοῦ προδιδόντα σωτηρίαν οὐδὲν ὠφελεῖ. Τοῦτο γοῦν αὐτὸ καὶ ὁ Παῦλος αἰνιττόμενος ἔλεγεν, Ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν· τουτέστι, μὴ θορυβεῖσθε, μηδὲ ἀλύετε· οὐδὲν ὑμᾶς αἱ αἱρέσεις παραβλάψαι δύνανται.
Ὅτι μὲν οὖν, εἰ καὶ περὶ αἱρέσεων ἦν ὁ λόγος, οὐδὲ οὕτως ἔχει ζήτημα τὸ εἰρημένον, ἐκ τούτων δῆλον. Προφητεία γάρ ἐστιν, οὐ συμβουλή· πρόῤῥησις, οὐ παραίνεσις· καὶ τὸ, Ἵνα, ἐκβάσεως, οὐκ αἰτιολογίας. Ὅτι δὲ οὐδὲ περὶ δογμάτων ἐστὶν ὁ λόγος αὐτῷ νῦν, ἀλλὰ περὶ πενήτων καὶ πλουσίων, περὶ τοῦ φαγεῖν καὶ μὴ φαγεῖν, περὶ τῆς τῶν εὐπόρων ἀσωτίας καὶ λαιμαργίας, περὶ τῆς τῶν πενήτων ἐγκαταλείψεως τῆς παρ' αὐτῶν γενομένης, ἀνάσχεσθε μικρὸν ἄνωθεν διηγουμένου· οὐδὲ γὰρ ἂν ἄλλως ὑμῖν γένοιτο σαφὲς τὸ λεγόμενον. Ἐπειδὴ γὰρ ἤρξαντο σπείρειν τὸν λόγον τῆς εὐσεβείας οἱ ἀπόστολοι, προσῆλθον εὐθέως τρισχίλιοι, καὶ πάλιν πεντακισχίλιοι, καὶ πάντων αὐτῶν ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία. Τὸ δὲ τῆς ὁμονοίας αἴτιον, καὶ συνδῆσαν αὐτῶν τὴν ἀγάπην, καὶ τοσαύτας ψυχὰς εἰς ἓν συναγαγὸν, ἡ τῶν χρημάτων ὑπεροψία ἦν. Οὐδεὶς γάρ τι τῶν ὑπαρχόντων, φησὶν, ἴδιον ἔλεγεν εἶναι, ἀλλ' ἦν αὐτῶν ἅπαντα κοινά. Ἐπειδὴ γὰρ ἀνῃρέθη ἡ ῥίζα τῶν κακῶν, τὴν φιλαργυρίαν λέγω, πάντα ἐπεισῆλθε τὰ ἀγαθὰ, καὶ λοιπὸν συνεσφίγγοντο πρὸς ἀλλήλους, οὐδενὸς ὄντος τοῦ διαιροῦντος αὐτούς. Τὸ γὰρ ἐμὸν, καὶ τὸ σὸν, τοῦτο τὸ ψυχρὸν ῥῆμα καὶ μυρίους πολέμους εἰς τὴν οἰκουμένην εἰσαγαγὸν, ἐκ τῆς ἁγίας ἐκείνης Ἐκκλησίας ἐξώριστο, καὶ τὴν γῆν ᾤκουν, καθάπερ οἱ ἄγγελοι τὸν οὐρανὸν, καὶ οὔτε ἐφθόνουν οἱ πένητες τοῖς πλουτοῦσιν· οὐδὲ γὰρ ἦσαν πλούσιοι· οὔτε ὑπερεώρων οἱ πλούσιοι τῶν πενήτων· οὐδὲ γὰρ ἦσαν πένητες· ἀλλὰ πάντα ἦν κοινά. Καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων ἴδιον ἔλεγεν εἶναι· οὐ γὰρ, καθάπερ νῦν γίνεται, οὕτω καὶ τότε συνέβαινε. Νῦν μὲν γὰρ ἔχοντες τὰ ἑαυτῶν, διδόασι τοῖς δεομένοις· τότε δὲ οὐδὲ τοῦτο ἦν, ἀλλ' ἀποστάντες τῆς δεσποτείας τῶν οἰκείων χρημάτων, καὶ εἰς μέσον αὐτὰ καταθέντες καὶ ἀνα 51.256 μίξαντες, οὐδὲ δῆλοι λοιπὸν ἦσαν οἱ πρώην ὄντες εὔποροι· ὥστε καὶ εἴ τις ἐκ τῆς ὑπεροψίας τῶν χρημάτων ἐγένετο τῦφος, καὶ οὗτος ἀνῄρητο παντάπασι, πάντων ὄντων ἐν ἰσότητι μιᾷ, καὶ τῶν χρημάτων ἀναμιχθέντων ἁπάντων. Οὐκ ἐκ τούτου δὲ μόνον, ἀλλὰ καὶ ἐξ αὐτοῦ τοῦ τρόπου τῆς καταβολῆς ἔστιν αὐτῶν ἰδεῖν τὴν εὐλάβειαν. Ὅσοι γὰρ κτήτορες χωρίων ἢ οἰκιῶν ὑπῆρχον, πωλοῦντες ἔφερον τὰς τιμὰς, καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων. Οὐκ εἶπεν, ὅτι εἰς τὰς χεῖρας αὐτῶν ἐνέβαλλον, ἀλλὰ, Παρὰ τοὺς πόδας αὐτῶν ἐτίθεσαν, τὴν αἰδῶ καὶ τὴν εὐλάβειαν καὶ τὸν φόβον, ὃν περὶ τοὺς ἀποστόλους εἶχον, διὰ τούτου δεικνύντες· οὐ γὰρ διδόναι μᾶλλον, ἢ λαμβάνειν ἐνόμιζον. Καὶ τοῦτο γὰρ μάλιστά ἐστιν ὑπεριδεῖν χρημάτων· τοῦτο θρέψαι γνησίως ἐστὶ Χριστὸν, ὅταν μὴ μετὰ ἀπονοίας καὶ τύφου τοῦτο ποιῇς, ὅταν ὡς σαυτὸν μᾶλλον, ἣ τὸν λαμβάνοντα εὐεργετῶν, οὕτω παρέχῃς.
Εἰ γὰρ μὴ οὕτω διάκεισαι, μηδὲ δῷς· εἰ μὴ νομίζεις λαμβάνειν μᾶλλον ἢ διδόναι, μὴ παράσχῃς. Τοῦτο καὶ ἑτέροις λοιπὸν ὁ Παῦλος ἐμαρτύρησεν, οὕτω λέγων· Γνωρίζω δὲ ὑμῖν, ἀδελφοὶ, τὴν χάριν τοῦ Θεοῦ, τὴν δεδομένην ἐν ταῖς