1

 2

 3

 4

3

τὸν σταυρὸν κατὰ τῆς ζωῆς ἐπινοήσαντες. Σταυρὸς τούτων ἁπάντων ἡμῖν πρόξενος γέγονε, καὶ διὰ σταυροῦ ᾄδειν ἐδιδάχθημεν.

Τί τοίνυν σταυροῦ τιμιώτερον; τί δὲ τούτου ταῖς ἡμετέραις ψυχαῖς ὠφελιμώτερον; Μὴ οὖν ἐπαισχυνθῶμεν σταυρὸν ὀνομάζοντες, ἀλλὰ μετὰ πάσης παῤῥησίας αὐτὸν ὁμολογήσωμεν, δι' οὗ εἰς σωτηρίαν ἀνεκλήθημεν, καὶ εἰς αἰώνιον ζωὴν παραπεμπόμεθα. Ὁρᾷς πόσην ὁ σταυρὸς οὗτος οἰκονομίαν τῷ κόσμῳ κατειργάσατο; Μετέβαλεν αὐτοῦ τὰ ἄνομα πράγματα, καὶ ἠλλοίωσε τὰ ἄθεα δόγματα, οὐκ ἔτι νόμοις διαβολικοῖς ἐμπολιτεύεται, οὐ θεσμοῖς θανατικοῖς ἀναστρέφεται. Θεὸς γὰρ ἐπεδήμησε, καὶ τῆς οἰστρηλασίας τὰ πάθη ἐξέτεμε, τὰ ἴδια ἐνομοθέτησε, καὶ τὰ συμφέροντα καὶ ἐπωφελῆ ἐδογμάτισε· δόγματα σωφροσύνης ἐθέσπισε, καὶ τὴν ἡδυπάθειαν ἐξέκοψεν· ὅρους ἁγιωσύνης ἐνέθηκε, καὶ νόμον ἁγνείας ἥρμοσε, καὶ ἄνομον πορνείαν ἐκποδὼν ἐποίησε· τοὺς τῆς ἐγκρατείας ἐνομοθέτησε κανόνας, καὶ τὰς τῶν ἡδονῶν ἐπικρατείας ἀνέτρεψε· δόγματι θεϊκῷ τὰ τῶν ἐπιθυμιῶν ὄργανα κατέσπασε, καὶ πᾶσαν τὴν δι' ἡδονῆς ἐντικτομένην 59.681 ἁμαρτίαν ἐμείωσεν. Ἐπειδὴ γὰρ ἀρχὴ πορνείας, ἐπίνοια εἰδώλων, εὕρεσις δὲ αὐτῶν, φθορὰ ζωῆς, διὰ τοῦτο τὴν ῥίζαν τῆς ἀνομίας ἐξέκοψεν, ἵνα παύσῃ πάντα τὰ ῥεύματα τῆς ἀσεβείας.

Καὶ κατήργησε μὲν τὰ μυσαρὰ σεβάσματα τῆς εἰδωλολατρείας, διέφθειρε δὲ τὰ τῶν ἀθεμίτων ἐπιτηδεύματα, ἠχρείωσε τὰ σχίσματα τῆς βακχικῆς παρανομίας, καὶ ἠμαύρωσε τὰ πλάσματα καὶ τὰ καλλωπίσματα τῆς ἀσεβείας· τὰ τῆς ἀπάτης ἐνέκοψεν ἀδικήματα, καὶ τὰ τῆς ἀπωλείας ἐνέφραξε ῥεύματα· ἐκαθάρισε τὰς ψυχὰς ἐκριζώσας τὰς ἀκάνθας τῆς ἀσεβείας, καὶ ἤνεγκεν ὡς κόκκον σίτου τὰ σπέρματα τῆς θεοσεβείας, ἵν' ἀποδείξῃ τὰς ψυχὰς καρποφορούσας γεννήματα δικαιοσύνης· ἤνοιξε τοὺς καταῤῥάκτας τῆς πνευματικῆς σιτοδοσίας, καὶ ἐπλήρωσε τὰς λογικὰς ἀποθήκας τῶν θεϊκῶν γεννημάτων τῆς ἐπουρανίου σοφίας· ἐνεφόρησε τοὺς πιστεύοντας τῆς τοῦ Πνεύματος ἁγιαστίας, καὶ γέγονεν ἕκαστος δοχεῖον τῆς ἐνθέου ἁγιωσύνης, καὶ ποταμὸς τῆς θείας εὐπρεπείας. Τούτων ἡμῖν ἁπάντων ὁ σταυρὸς ἐχορήγησε τὴν κτῆσιν, καὶ πάντων τῶν τηλικούτων ἀγαθῶν διὰ τοῦ σταυροῦ ἀπολαύομεν. Τούτων ἁπάντων τὴν γνῶσιν διὰ σταυροῦ εἰλήφαμεν, καὶ ταῦτα πάντα δι' αὐτοῦ ἐδιδάχθημεν. Ἵνα δὲ μάθῃς τοῦ σταυροῦ τὴν δύναμιν καὶ πόσον ἰσχύει σταυροῦ ἐνέργεια, κατάμαθε τὰ ἐπὶ τοῦ σταυροῦ γενόμενα, καὶ εὑρήσεις ἔργα θεϊκῆς δυνάμεως δι' αὐτοῦ τελούμενα. Σταυρὸς κατὰ τῆς ζωῆς πήγνυται, καὶ ζωὴ τῷ κόσμῳ διὰ σταυροῦ εἰς θάνατον ἐπινενόηται, καὶ θάνατος νεκρὸς δι' αὐτοῦ ἀποδέδεικται· σταυρὸς κατὰ τῆς ἀληθείας ἥπλωται, καὶ διὰ σταυροῦ κόσμος τῆς ἀληθείας πεπλήρωται· σταυρὸς ἐκτέταται κατὰ τοῦ ∆εσπότου, καὶ ὁ ∆εσπότης δι' αὐτοῦ τὰς χεῖρας ἐκτείνας, τὰ πάντα πρὸς ἑαυτὸν συνήγαγε. Χριστὸς ἐπὶ σταυροῦ κρέμαται, καὶ διάβολος νενέκρωται· Χριστὸς ἐπὶ σταυροῦ ἥπλωται, καὶ σημεῖον σωτηρίας τῷ κόσμῳ δεδώρηται· Χριστὸς ἐπὶ σταυροῦ προσήλωται, καὶ πᾶσα ψυχὴ ἐκ δεσμῶν λελύτρωται· Χριστὸς ἐπὶ σταυροῦ πέπηγε, καὶ ἡ σύμπασα κτίσις ἀπὸ τῆς φθορᾶς τῆς δουλείας ἠλευθέρωται· Χριστὸς ἐπὶ σταυροῦ ἀναπέπαυται, καὶ τεράστιον καινότερον τῷ κόσμῳ ἀναδέδεικται· ἡλίου γὰρ τὸ φῶς σκο 59.682 τίζεται. Σύμβολον τοῖς μὲν ἀπίστοις ἐν ἡμέρᾳ κρίσεως τὸ σκότος ταμιευόμενον, τοῖς δὲ πιστεύουσι τὸ φῶς τῆς ἡμέρας ἀπὸ σκότους μεταβαλλόμενον. Τοῦτο δὲ καὶ προφητικόν που λόγιον βοᾷ λέγον· Καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρα, λέγει Κύριος, δύσεται ὁ ἥλιος μεσημβρίας, καὶ συσκοτάσει ἐν ἡμέρᾳ τὸ φῶς, καὶ μεταστρέψω τὰς ἑορτὰς ὑμῶν εἰς πένθος, καὶ πάσας τὰς ᾠδὰς ὑμῶν εἰς θρήνους. Ὁρᾷς, ἀγαπητὲ, ἡλίκον περιέχει μυστήριον τὸ προφητικὸν λόγιον;

Ἐνταῦθα γὰρ ἀμφοτέρων αἰνίττεται τὰ πράγματα, Ἰουδαίων τε λέγω τῶν ὑπὸ νόμον, καὶ ἐθνῶν ἔξω τοῦ νόμου τὴν ἀνομίαν ἐπιτελούντων. Οἱ μὲν γὰρ κατὰ