1

 2

 3

 4

3

ἐξηράνθη. Τὰ παρὰ τὴν ὁδόν εἰσιν Ἀρειανοὶ, τὰ ἀκανθώδη εἰσὶν Εὐνομιανοὶ, τὰ ἐπὶ τὰ πετρώδη εἰσὶ Μαραθώνιοι. Καὶ κατάμαθε ἀκριβῶς, ἀγαπητέ. Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι· καὶ ἃ μὲν ἔπεσε παρὰ τὴν ὁδόν. Οὐκ εἶπεν, Ἐν τῇ ὁδῷ, ἀλλὰ, Παρὰ τὴν ὁδόν. Τίς ἐστιν ἡ ὁδὸς, ἢ πάντως ὁ Χριστὸς ὁ λέγων, Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια; Τὰ μὲν οὖν παρὰ τὴν ὁδόν εἰσιν οἱ Ἀρειανοί. Οὐκ εἰσὶν ἐν τῇ ὁδῷ· οὐ γάρ εἰσιν ὀρθόδοξοι· οὐδὲ πάλιν πόῤῥω τῆς ὁδοῦ, ὡς Ἕλληνες ἢ Ἰουδαῖοι, ἀλλὰ παρὰ τὴν ὁδόν· τουτέστι, παρὰ τὸν Χριστὸν, παρὰ τὴν πίστιν τὴν ὀρθήν. Τὸ ὁμολογεῖν αὐτοὺς Χριστὸν, τοῦτ' ἔστι τὸ ποιοῦν αὐτοὺς ἐγγὺς εἶναι τῆς ὁδοῦ· τὸ ἀρνεῖσθαι αὐτοὺς Χριστὸν εἶναι Υἱὸν Θεοῦ, τοῦτ' ἔστι τὸ κωλῦον αὐτοὺς μὴ εἶναι ἐν τῇ ὁδῷ. ∆ιὰ τοῦτο κατελθόντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, τουτέστι, τὰ πνευματικὰ τῆς πονηρίας συνάγουσι τὸν θεῖον λόγον ἐκ τῶν καρδιῶν αὐτῶν, καὶ παντελῶς κενοὺς πίστεως ὀρθῆς αὐτοὺς ἀποτελοῦσι.

Τὰ δὲ ἀκανθώδη εἰσὶν Εὐνομιανοί· ἔχουσι γὰρ ἐν ἑαυτοῖς τὰς τῶν βλασφήμων ἀκάνθας· καὶ βλαστάνουσι μὲν τὴν πόαν τῆς πίστεως, οὐ μὴν τελεσιουργοῦσι τὸν ἄσταχυν τῆς ὁμολογίας. Τὸ ὁμολογεῖν αὐτοὺς Χριστὸν, τοῦτο ποιεῖ αὐτοὺς βλαστάνειν τὴν πόαν τῆς πίστεως· τὸ δὲ πάλιν λέγειν αὐτοὺς κτίσμα καὶ ποίημα, τοῦτ' ἔστι τὸ ποιοῦν αὐτῶν ἄωρον μαραίνεσθαι τὸν τῆς πίστεως στάχυν. Τοῖς γὰρ Ἑλληνικοῖς δόγμασι τῆς κτισματολατρείας νύττοντες καὶ συμπνίγοντες τὸν τῆς ἀληθείας λόγον, ἄκαρπον αὐτὸν καὶ ἄγονον παντελῶς πίστεως ὀρθῆς ἀποτελοῦσιν. Οἱ δὲ ἐπὶ τὰ πετρώδη, οὗτοί εἰσι Μαραθωνιανοί. Οὐκ εἶπεν ἡ Γραφὴ, ὅτι, Τὰ μὲν ἔπεσεν ἐπὶ τὴν πέτραν· ἡ γὰρ πέτρα ἦν ὁ Χριστός· ἀλλ' Ἐπὶ τὰ πετρώδη. Οὔτε γῆ εἰσιν ἀγαθή· οὐ γάρ εἰσιν ὀρθόδοξοι· οὔτε πέτρα εἰσὶν, ἵνα ὑπὸ διδασκάλων λαξευθέντες τὸν ναὸν τοῦ Θεοῦ οἰκοδομήσωσιν· ἀλλὰ τί; Πῶρός εἰσιν. Ἔστι τις λίθου φύσις, πῶρος ὀνόματι· οὔτε γῆ ἐστιν, οὔτε λίθος στερέμνιος· ἁπαλὸς μὲν παρὰ τὸν λίθον, σκληρὸς δὲ παρὰ τὴν γῆν. Τὸ ὁμολογεῖν αὐτοὺς τὸν Υἱὸν τοῦ Θεοῦ κατ' οὐσίαν ὅμοιον τῷ Πατρὶ, τοῦτ' ἔστι τὸ ποιοῦν αὐτοὺς ἁπαλωτέρους τυγχάνειν· τὸ ἀρνεῖσθαι αὐτοὺς τὸ Πνεῦμα τὸ ἅγιον, τοῦτο αὐτῶν ποιεῖ τὰς καρδίας πεπωρωμένας τυγχάνειν. Οὔτε τοίνυν γῆ εἰσιν ἀγαθὴ, ἵνα βλαστήσωσιν εὐθαλῆ, καὶ κατακοσμῶνται πίστεως κόσμον· οὔτε πέτρα στερέμνιος, ἵνα ἄσειστον καὶ ἀσάλευτον τὴν εἰς τὸν Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα ὁμολογίαν φυλάττωσι. Καὶ δέχονται μὲν τὸν λόγον τοῦτον, καὶ βλαστάνουσιν· εὐθέως δὲ αὐτὸν ξηραίνουσι καὶ ψύγουσι, διὰ τὸ μὴ ἔχειν αὐτοὺς τὰς ῥίζας τῶν λογισμῶν ἐν τῷ βάθει τοῦ πνεύματος. Οὗτοι κἂν ὁμολογῶσι τὸν Χριστὸν εἶναι Υἱὸν τοῦ Θεοῦ, τὸ Πνεῦμα τὸ ἅγιον ἀρνούμενοι, οὐδὲ τὸν Υἱὸν ἔχουσι, τοῦ ἀποστόλου μοι μαρτυροῦντος καὶ λέγοντος· Εἴ τις πνεῦμα τοῦ Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. Τὰ ἄλλα, φησὶν, ἔπεσεν ἐπὶ τὴν γῆν ἀγαθὴν, καὶ ἐδίδου καρπόν, καὶ τὰ μὲν τριάκοντα ἐποίει, τὰ δὲ ἑξήκοντα, τὰ δὲ ἑκατόν.

Αὕτη ἐστὶν ἡ γῆ ἡ ἀγαθὴ, ἡ τῶν ὀρθοδόξων καρδία, ἡ ἐκτὸς οὖσα 61.775 τῶν αἱρετικῶν ἀκανθῶν, ἡ τελείοις διδασκάλοις πονηθεῖσα καὶ οἱονεὶ αὐλακισθεῖσα, καὶ τοὺς τοῦ Εὐαγγελίου λόγους σπέρματα ψυχῆς τυγχάνοντας δεχομένη. Ἡ τοιαύτη καρδία πρῶτον βλαστάνει τὴν πόαν τῆς πίστεως, εἶτα μηκύνει τὸν στάχυν τῆς ἐλπίδος, εἶτα ὥριμον καρπὸν τῆς τελείας ἀγάπης ἀποδείκνυσι. Τούτων τῶν τριῶν καρπῶν τῆς ψυχῆς μέμνηται καὶ ὁ μακάριος Παῦλος λέγων· Πίστις, ἐλπὶς, ἀγάπη. Ὁ πιστεύων ποιεῖ τὰ τριάκοντα, ὁ ἐλπίζων ποιεῖ τὰ ἑξήκοντα, ὁ τελειούμενος ἐν ἀγάπῃ, ποιεῖ τὰ ἑκατόν· ὁ χριόμενος ποιεῖ τὰ τριάκοντα· ὁ κατερχόμενος εἰς τὸ ὕδωρ, ποιεῖ τὰ ἑξήκοντα· ὁ τελειούμενος ἐν τῷ μυστηρίῳ, ποιεῖ τὰ ἑκατόν. Οὕτως ἐξ ἑνὸς σπέρματος τρισσῶς ἀναφέρει καρπόν· Θεὸν δοξάζει, Ἐκκλησίαν ὑψοῖ, ἑαυτὸν διασώζει. Οὗτος Τριάδος ἀγαθῆς κομιεῖται μισθούς· πνεύματι συνιὼν, ψυχῇ προορῶν, σώματι ὑπομένων.