1

 2

 3

3

φαρμακοπάοιδος, μὴ γυλοῦ ἢ στρίγγος ἢ στρίγγα ἢ φθονερὸς ἄνθρωπος. ἐξορκίζω ὑμᾶς, πάντα τὰ ἀκάθαρτα παθήματα, κατὰ τοῦ μεγάλου ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ κατὰ τῆς ἀχράντου αὐτοῦ κορυφῆς καὶ κατὰ τῆς κραταιᾶς αὐτοῦ δεξιᾶς, ἀναχώρησον ἀπὸ τὴν δούλην τοῦ θεοῦ. ὁρκίζω σε κατὰ τοῦ κρεμάσαντος τὴν γῆν ἐπὶ τῶν ὑδάτων, ὁρκίζω σε κατὰ τοῦ θεμελιώσαντος τοὺς οὐρανοὺς ἐν ἀβάτοις εἰλίξιν, ὁρκίζω σε εἰς τὸν θρόνον τοῦ θεοῦ τὸν ἀσάλευτον, ὁρκίζω σε κατὰ τῶν μακαρίων δυνάμεων καὶ ἀΰλων ταγμάτων, ὁρκίζω σε κατὰ τῶν τεσσάρων ἀρχαγγέλων Μιχαήλ, Γαβριὴλ καὶ Οὐριὴλ καὶ Ῥαφαήλ, ὁρκίζω σε κατὰ τῶν εἴκοσι τεσσάρων πρεσβυτέρων τῶν λειτουργούντων τὸν θρόνον τοῦ θεοῦ, ὁρκίζω σε κατὰ τῶν δώ 327 δεκα ἀποστόλων· ἔξελθε καὶ ἀναχώρησον ἀπὸ τὴν δούλην τοῦ θεοῦ Μαρίαν καὶ δὸς αὐτήν, ∆έσποτα Κύριε, ὑγείαν, ζωήν, εἰρήνην, μακροημέρευσιν ὅπως δοξασθῇ καὶ παρ' αὐτῆς τὸ πανάγιον ὄνομά σου τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.