1

 2

 3

 4

3

τοῖς ἔθνεσιν· αὐτὸς γὰρ ἐπιστρέψει πάντας ἀπὸ τῆς πλάνης, καὶ ὑποδείξει αὐτοῖς τὴν ὁδὸν τῆς σωτηρίας, μεσίτης γενόμενος Θεοῦ καὶ ἀνθρώπων· Καὶ γὰρ προπορεύσεται ἐν πνεύματι καὶ δυνάμει Ἠλίου, καὶ προφήτης Ὑψίστου κληθήσεται. Οὗτος προπορεύσεται πρὸ προσώπου Κυρίου, λέγων· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. βʹ. Ὁ δὲ Ζαχαρίας ἀνταποκριθεὶς εἶπε πρὸς τὸν ἄγγελον· Κατὰ τί γνώσομαι τοῦτο; Εἶπε δὲ ὁ ἄγγελος· Ἐπειδὴ σημεῖον ἐπιζητεῖς τοῦ τόκου, καὶ τοῖς ἐμοῖς ἀπιστεῖς λόγοις, λάβε ἐνέχυρον ἀσφαλές· Ἐγώ εἰμι Γαβριὴλ ὁ παρεστηκὼς ἐνώπιον τοῦ Θεοῦ, καὶ ἀπεστάλην λαλῆσαι πρὸς σὲ, καὶ εὐαγγελίσασθαί σοι ταῦτα. Καὶ ἰδοὺ ἔσῃ σιωπῶν, καὶ μὴ δυνάμενος λαλῆσαι, ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθ' ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν.

Ἀνένδοτος ἡ δίκη τῷ πλημμελήσαντι, καὶ ἀνυπέρθετος ἡ τῆς τιμωρίας ὀργή. Οὐκ ἔδει γὰρ ἀληθῶς ἀπιστηθῆναι τὸν ἄγγελον, οὐ τὸ θυσιαστήριον εὐκαταφρόνητον σχεῖν, οὐ τὸν καιρὸν τοῦ θυμιάματος καιρὸν ἀπάτης λογίσασθαι· ὁ γὰρ ἄγγελος θυμιῶντι αὐτῷ ὤφθη. Οὐ τῆς Ἀβραὰμ ἱστορίας ὑπεμνήσθη· καὶ τότε γὰρ στείρα καὶ γῆρας παιδοποιεῖ, καὶ εὔπιστα πανταχοῦ τὰ λεγόμενα ἐδείχθη· εἶχε γὰρ τῆς τοιαύτης τεκνογονίας τὸ θαῦμα· ὅθεν ὁ ἄγγελος πρὸς αὐτὸν, Ἔσῃ, φησὶ, σιωπῶν, καὶ μὴ δυνάμενος λαλῆσαι, ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθ' ὧν οὐκ ἐπίστευσας τοῖς ἐμοῖς λόγοις. Ὢ τῆς φιλανθρώπου τιμωρίας, διόρθωσιν μᾶλλον ἐργασαμένης! αὐτὴν γὰρ ὁ ἄγγελος τὴν σφαλεῖσαν φωνὴν σωφρονίζει. Ἐξελθὼν γὰρ οὐκ ἠδύνατο λαλῆσαι αὐτοῖς· καὶ ἐπέγνωσαν ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ· καὶ αὐτὸς ἦν διανεύων αὐτοῖς, καὶ διέμενε κωφός. Καλῶς γὰρ καὶ τὸ ἔμενεν ὁ εὐαγγελιστὴς συνεγράψατο· περιέμενε γὰρ ἡ σιωπὴ τικτομένην τὴν φωνὴν, ὁ Ζαχαρίας τὸν Ἰωάννην, ὁ πρεσβύτης τὸν παῖδα. Ὢ τοῦ θαύματος! 50.791 λόγος ἐπιδημεῖ, καὶ ἡ φωνὴ προκηρύττει· ∆εσπότης ἔρχεται, καὶ δοῦλος προαποστέλλεται. Ἀλλὰ τί νῦν προλαβὼν τὸ τῆς ἐρήμου κήρυγμα λέγω, ἔχων ἑτέραν ξένην τινὰ καὶ μεγάλην τῶν προοιμίων φωνήν; Ἔργα γάρ ἐστι πρῶτα, τούτων τῶν ῥημάτων ἀνώτερα. Ἔτι γὰρ ὁ Βαπτιστὴς οἰκῶν ἐν τῇ γαστρὶ τῆς μητρὸς, ἔτι τοῖς τῆς φύσεως δεσμοῖς κατεχόμενος, ἔτι τοῖς μητρικοῖς σπαργάνοις ἐνειλη[μμένος], κηρύγματι τὴν τοῦ ∆εσπότου βοᾷ παρουσίαν· Ἐγένετο γὰρ, φησὶν, ὡς ἤκουσε τὸν ἀσπασμὸν τῆς Μαρίας ἡ Ἐλισάβετ, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Οὔπω γεννᾶται, καὶ τοῖς σκιρτήμασι φθέγγεται· οὔπω βοᾷν συγχωρεῖται, καὶ δι' ἔργων ἀκούεται· οὔπω μανθάνει τὸν βίον, καὶ τὸν Θεὸν προκηρύττει

. Ὄντως ἄλλοι κεκοπιάκασι, καὶ ἡμεῖς εἰς τοὺς κόπους αὐτῶν εἰσεληλύθαμεν· προεβόων οἱ προφῆται, καὶ οὐκ ἐσίγων τυπτόμενοι· πατριαρχῶν κατάλογος ἐκινδύνευεν· ἀντιπαρετάττοντο τύραννοι· βασιλεῖς ἐπολέμουν· ὠργίζετο δῆμος· ὁ κόσμος ὅλος ἀντηγωνίζετο τοῖς τῶν δικαίων ἀγῶσιν· ἔνθεν προσήγοντο βήμασι, κἀκεῖθεν κατεξαίοντο ταῖς μάστιξι· πανταχόθεν κολαστήρια καὶ στρεβλώσεις. Ἀλλ' ἐν τοιαύτῃ κατηφείᾳ βίου τυγχάνοντας λύσιν τοῦ χειμῶνος εὐαγγελιζόμενος ὁ Ἰωάννης, δεδεμένος ἔτι τοῖς σπαργάνοις τῆς φύσεως, τὸ σωτήριον ἔαρ ὑπέδειξεν ἡμῖν· καὶ σπεύδων κηρῦξαι τῇ φωνῇ ὃν ἐμήνυσε τοῖς ποσὶν αὐτοῦ, ἐβιάζετο τοὺς ὅρους τῆς φύσεως· βραδυτοκοῦσαν γὰρ τὴν Ἐλισάβετ ἐσόβει· ἐσκίρτα ὁμοῦ τε χορεύων καὶ δυσχεραίνων ἐφ' οἷς ἐπὶ τῆς νηδύος κεκράτητο· τῆς περιόδου τῶν μηνῶν κατεβόα· ὡς ἄδικον φυλακὴν τὴν μήτραν ἐτίνασσε, καὶ ἐβόα τοῖς σκιρτήμασι, τοιαῦτα πρὸς τὴν Ἐλισάβετ φθεγγόμενος· Ἀδικεῖς, ὦ μῆτερ, βραδυτοκοῦσα, τῆς οἰκουμένης τὴν χαρὰν συνέχουσα, καὶ τὸν πρόδρομον κωλύουσα· προφήτην ἐγγάστριον φέρεις, βασιλικὸν στρατιώτην κατέχεις· συμποδίζεις τὸν ταχυδρόμον τῆς εὐσεβείας· ἀδικεῖς, ὦ μῆτερ· οὐκ οἶδας τὸ μέλλον, ἀγνοεῖς τὰ ἐσόμενα. Τὸ φῶς παραγίνεται, τὸν ὄρθρον ἀπόλυσον· ἀνατελεῖ ὁ ἥλιος, ὁ ἑωσφόρος προλάμψῃ· ἐπὶ