1

 2

 3

3

Ὁ πανταχοῦ τοῖς εὐσεβέσιν ἐπιστρατεύων τύραννος, ὁ τῶν βαρβαρικῶν φόνων πρὸς τὸ ἐμφύλιον αἷμα μεταστρέφων τὸ ξίφος, τύραννος Χριστὸν ἐλαύνων τὸν οὐ βλεπόμενον, τύραννος διὰ τῆς ποίμνης οἰόμενος τὸν ποιμένα πορθεῖν, τύραννος εἰς οὐρανὸν τοξεύειν ἐπιχειρῶν, τύραννος τὴν Χριστοῦ βασιλείαν πλατυνομένην ζηλοτυπῶν· τύραννος ἦν ὁ διώκων ἀνὴρ καὶ μονόζυξ, ἀπρόοδοι θυγατέρες αἱ συναγωνιζόμεναι. Χρήματα διηρπάζετο, πατρὶς ἀπελιμπάνετο· εἷλκον ἀσεβεῖς στρατιῶται τὰς τῆς σωφροσύνης τε καὶ κοσμιότητος ἐραστὰς, τοιχωρύχοι τὴν τοῦ νοητοῦ Ναβουχοδονόσορ εἰκόνα προσκυνεῖν ἀναγκάζοντες. Ἀλλ' ὅπερ ἡ Βαβυλωνία κάμινος ἐπὶ τῆς τῶν μαρτύρων τριάδος ἐργάζεται, καὶ σώματός τε καὶ ψυχῆς τὰ δεσμὰ διαλύσασα, ἐλευθέρας ἀφῆκεν εἰς οὐρανὸν πέτασθαι τὰς ψυχάς. Ὄφις δὲ ἀρχόμενος ὁ τὴν Εὔαν ἐν παραδείσῳ διώξας, ὁ τοῖς ἁπλοῖς καὶ ἀκάκοις σοφιστεύσας ἤθεσιν, οὗτος τὸν ποταμὸν ἰδὼν λύθρου κολυμβήθραν γενόμενον, καὶ θείῳ Πνεύματι τὸ ῥεῖθρον ἀνακιρνώμενον, ἄχρι τοῦ ποταμοῦ τὰς μακαρίας διώξας, τοῖς πυρὶ πνευματικῷ κερασθεῖσιν ὕδασιν ἀνεκρούετο, καὶ περιστρέφων ἑαυτῷ τὸ κομψὸν, τοῦ ἀρχαίου μηχανήματος τὴν ζημίαν ἐθρήνει, καὶ τὰς πρὶν εὐαπατήτους τε καὶ εὐπτοήτους γυναῖκας, ταύτας κατὰ τοῦ θανάτου σοβαρῶς νεανιευομένας ἑώρα, καὶ ἣν ἐτήρει πτερνίσαι πτέρναν, ταύτην ἀπὸ γῆς εἰς οὐρανὸν ἁλλομένην ἔβλεπεν.

Ἀλλ' ἱκανῶς καὶ ταῖς τροπαιοφόροις ἐμπανηγυρίσαντες γυναιξὶν, καὶ τὸ χρήσιμον πανταχοῦ τῇ ὑποθέσει κεράσαντες, καὶ τάφον παλαιὸν νεαρῷ τάφῳ κοσμήσαντες, καὶ παράλογον ἀναβίωσιν καρτερικῷ θανάτῳ συῤῥάψαντες, καὶ ἀνδράσι τε καὶ γυναιξὶν ὑποδείγματα πρὸς ἀρετήν τε καὶ εὐσέβειαν ὑποθέμενοι, καὶ θάνατον ἀοίδιμον καὶ ἀνάστασιν ζηλωτὴν ἐπιδείξαντες, εὐχαριστήσωμεν ζωῆς καὶ θανάτου ἐξουσίαν ἔχοντι Χριστῷ· ᾧ ἡ δόξα καὶ τὸ κράτος ἅμα τῷ Πατρὶ σὺν τῷ ἁγίῳ καὶ ζωο-ποιῷ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.