3
θυρῶν ἑστάναι Πέτρον τὸ Ἡρῴδου διαδράντα δεσμωτήριον, ἀπιστοῦντες ἔλεγον ἐκεῖνοι· Ἄγγελος αὐτοῦ ἐστιν. Ἐπιμαρτυρεῖ δὲ τούτοις καὶ ὁ σωτὴρ περὶ τῶν παιδίων λέγων· Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων· λέγω γὰρ ὑμῖν ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν τῷ οὐρανῷ διαπαντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. Καθ' ἑκάστην δὲ ἐκκλησίαν φύλακας ἀγγέλους ἐπέστησεν ὁ Χριστός, ὡς ἀποκαλύπτων Ἰωάννῃ φησίν· Εἰπὲ τῷ ἀγγέλῳ τῆς ἐκκλησίας Σμύρνης· Οἶδά σου τὴν πενίαν καὶ τὴν θλῖψιν, ἀλλὰ πλούσιος εἶ. Τί λέγεις, δέσποτα; Πλούσιός εἰμι ὁ πένης; Τί με κενῷ πλουτίζεις ὀνόματι; Εἰ μὲν γὰρ πλούσιος, οὐ πένης· εἰ δὲ πένης, οὐ πλούσιος· πολλὴ γὰρ πλούτου καὶ πενίας διάστασις, ὡς αὐτὸς μαρτυρεῖς χάσμα μέγα μεταξὺ πλουσίου καὶ πένητος ὁρισάμενος. Ὕπουλα τὰ πρόσωπα· ὁ πλούσιος τὸν πτωχὸν ἀποστρέφεται, ὁ πτωχὸς τὸν πλούσιον ὑποβλέπεται· ἐναντία τὰ πράγματα, ὁ βίος ἀνώμαλος· ὁ μὲν γὰρ ἐπιστένει τοῖς πάθεσιν, ὁ δὲ ἐπικαγχάζει ταῖς ἡδοναῖς· οὗτος ἄρτου τυχεῖν ἐπεύχεται, ἐκεῖνος ταῖς ἀδηφαγίαις ὑπερμαζᾷ· οὗτος οἴνου κοτύλης οὐκ εὐπορεῖ, ἐκεῖνος κραιπαλῶν τὴν μέθην ἐξερεύγεται· οὗτος ῥάκος περιβέβληται, ἐκεῖνος ἐν ποικίλαις ἐσθήσεσι περιτέρπεται· οὗτος ἐπὶ ἐδάφους ἀγρυπνῶν ἔρριπται, ἐκεῖνος ἐπὶ στρωμνῆς ῥέγχει τὴν τρυφὴν ὀνειροπολῶν· οὗτος κερμάτιον αἰτεῖ, ἐκεῖνος χρυσῷ κατακέχωσται· ὁ γὰρ θησαυρίζων, μὴ διανέμων δὲ ἔοικε πτωχῷ πλουσίαν ταφὴν ἀναμένοντι. Ἀλλ' οὐδὲ τοῖς καιροῖς ἴσως χαίρουσι· τῷ πτωχῷ μὲν γὰρ ὁ χειμὼν χαλεπὸς τὸ θάλπον οὐκ ἔχοντι, τῷ πλουσίῳ δὲ τὸ θέρος μοχθηρὸν ὑπὸ πλησμονῆς τὸ θάλπος οὐ στέγοντι. Πῶς οὖν ὁ αὐτὸς πένης καὶ πλούσιος; Ἀληθὴς ὁ λόγος· ἀλήθεια γὰρ ὁ φθεγγόμενος. Πένητές ἐσμεν διὰ τὴν ἔνδειαν τῶν χρημάτων, πλούσιοι δὲ διὰ τοὺς θησαυροὺς τῆς πίστεως. Ἄμεινον δὲ πένεσθαι τὰ βιωτικά, πλουτεῖν δὲ τὰ πνευματικά· τῶν μὲν γὰρ τὸ τέλος φθορά, τῶν δὲ τὸ κέρδος ἀναφαίρετον. ∆ιὰ τοῦτό φησιν ὁ σωτήρ· Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, ὅπου κλέπται διορύσσουσι καὶ τὰ ἑξῆς. Καλὸν οὖν ἡμᾶς θησαυρίζειν τὰ ἐπουράνια πτωχοὺς τρέφοντας, ἀστέγους ξενίζοντας, ἀσκέπους περιβάλλοντας, χρεωφειλέταις ἀπολύοντας καὶ τὸ δάνειον εἰς θεὸν μεταφέροντας· Ὁ ἐλεῶν πτωχόν, φησίν, δανείζει θεῷ. Ταῦτα γὰρ ἄγγελοι θεωροῦντες ἐπὶ τὸν κριτὴν τῶν ὅλων ἀναφέρουσιν· ὁ δὲ προστάττει λέγειν αὐτοὺς τῷ ἐργαζο μένῳ τὸ ἀγαθόν· Αἱ εὐχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἔμπροσθεν τοῦ θεοῦ.
6 Καὶ ὁ σοφώτατος ∆ανιὴλ ὁ νέος τὸν χρόνον, γέρων δὲ τὸν νοῦν, ὁ διὰ τὰς ἄλλων κακίας αἰχμάλωτος, διὰ δὲ τὰς οἰκείας ἀρετὰς καὶ τοῖς αἰσχίστοις τῶν γερόντων τὰ πρωτεῖα καρπούμενος καὶ τῆς ἀνευθύνου Σωσάννης συνήγορος, ὁ τῶν λεόντων χαλιναγωγὸς καὶ τῷ βηλαίῳ δράκοντι μαζοποιήσας ὄλεθρον, ὁ τῶν ἀλλοτρίων ὀνείρων θεατὴς καὶ τῶν μυστικῶν θεωρημάτων ἐραστής· ∆ανιὴλ γάρ, φησίν, ἀνὴρ ἐπιθυμιῶν, ἐπιθυμιῶν οὐ σαρκὸς οὐδὲ ψυχῆς παθῶν, ἀλλὰ σοφίας ἐνθέου καὶ συνέσεως· ὅθεν αὐτῷ ὁ θεὸς τὰ μέλλοντα προεμήνυσε, τὰς ἡγεμονίας τῆς γῆς, τὰ Μήδων καὶ Περσῶν καὶ Μακεδόνων καὶ Ῥωμαίων αὐτῶν, ἐπὶ πᾶσιν δὲ τούτοις τὸν κύριον ἡμῶν Ἰησοῦν ὡς λίθον ἐξ ὄρους ἀτόμου τεμνόμενον, τοῦτ' ἔστιν ἐνσάρκως ἐξ ἀγάμου παρθένου τικτόμενον, τῶν νεκρῶν τὴν ἀναβίωσιν, τῶν ζώντων τὴν μεταλλαγήν, τὴν διὰ πυρὸς κρίσιν, τῶν εὐσεβῶν τὸν στέφανον καὶ τῶν ἀσεβῶν τὴν βάσανον. Ὁ τοιοῦτος ἀνὴρ μέγα τι χρῆμα τοὺς ἀγγέλους φησί· προστάξει γὰρ θεοῦ τοῦ κτίσαντος τὴν πᾶσαν κτίσιν διαλαχεῖν καὶ τῶν ἐθνῶν τοῖς κρατίστοις ἐπικρατεῖν, τὸν μέν τινα τοὺς Πέρσας ἐφορᾶν, τὸν δὲ Μιχαὴλ ἀρχάγγελον τὸν ἐκ περιτομῆς λαὸν φρουρεῖν· συστῆναι δὲ τοῖς ἐφόροις ἄμφω διαπληκτισμὸν οὐ κατὰ πάθος ὀργῆς, ἀλλὰ κατὰ θεῖόν τινα καὶ ἀπόρρητον λόγον, τοῦ μὲν δουλεύειν Ἰουδαίους Πέρσαις ἀναγκάζοντος, τοῦ δὲ πρὸς τὴν ἐλευθερίαν ἀνθέλκοντος. Ὑπόθοιτο δὴ ἄν τις τὸν τῶν Περσῶν ἔφορον τοιαῦτα λέγειν· Ἔασον, Μιχαήλ· τί