1

 2

 3

 4

 5

3

δίκαιος, καὶ ἰσχυρὸς, καὶ μακρόθυμος, καὶ μὴ ὀργὴν ἐπάγων καθ' ἑκάστην ἡμέραν. Ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει· τὸ τόξον αὐτοῦ ἐνέτεινε, καὶ ἡτοίμασεν αὐτὸ, καὶ ἐν αὐτῷ ἡτοίμασε σκεύη θανάτου. Ταῦτα λέγει ὁ Θεὸς, οὐχ ἵνα ἡμᾶς κρίνῃ, ἀλλ' ἵνα μὴ ῥᾳθυμότεροι γενώμεθα. Εἰ γὰρ ἐβούλετο ἡμᾶς ἀπολέσαι, οὐκ ἂν τὸ αἷμα αὐτοῦ ἐξέχεεν ὑπὲρ ἡμῶν. Ἀπέθανεν οὖν, ἵνα σοι ἀθανασίαν χαρίσηται· ἐπείνασεν, ἵνα σε τὴν ἑαυτοῦ σάρκα χορτάσῃ· ἐδίψησεν, ἵνα σε τὸ ἑαυτοῦ αἷμα ποτίσῃ· ἐν πλοίῳ ἐκάθισεν, ἵνα σε ὑπεράνω τῶν Χερουβὶμ καθίσῃ· ἐβαπτίσθη, ἵνα σε φωτίσῃ· ἐῤῥαπίσθη, ἵνα σε ἐλευθερώσῃ· ὡδοιπόρησεν, ἵνα σε ἀκάματον ποιήσῃ· ἔπλευσε, ἵνα σε ἄφοβον καταστήσῃ· ἐκοιμήθη, ἵνα σε ἀμέριμνον ποιήσῃ· ἐκ γυναικὸς προσῆλθεν, ἵνα τὴν παράβασιν τὴν ἐν τῷ παραδείσῳ οἰκτειρήσῃ· ἐκλήθη ἄνθρωπος, ἵνα σε θεὸν 50.819 καλέσῃ· ἐκλήθη Υἱὸς ἀνθρώπου, ἵνα σε υἱὸν Θεοῦ καλέσῃ· ἔλαβε τὰ ἡμέτερα, καὶ ἔδωκεν ἡμῖν τὰ ἑαυτοῦ· ηὔξατο, ἵνα σε πιστὸν ποιήσῃ, καθὼς λέγει ἐπὶ τοῦ Λαζάρου· Πάτερ, δόξασόν σου τὸν Υἱὸν, ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ σε. Καὶ ἦλθε φωνὴ ἐκ τῶν οὐρανῶν, λέγουσα· Καὶ ἐδόξασα, καὶ πάλιν δοξάσω. Οἶδα ὅτι πάντοτέ μου ἀκούεις, ἀλλὰ διὰ τὸν παρεστῶτα ὄχλον εἶπον, ἵνα πάντες πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας. Εἴ τι οὖν ὑπέστη, οὐ δι' ἑαυτὸν ὑπέστη, οὐδὲ διὰ τὸν Πατέρα τὸν ἑαυτοῦ, ἀλλ' ἵνα σώσῃ τὸ ἀνθρώπινον γένος διὰ τοῦ σταυροῦ. Καὶ εἰ θέλεις γνῶναι, ἀγαπητὲ, τὴν δύναμιν τοῦ σταυροῦ, καὶ ὅσα δὴ ἐγκώμια περὶ τοῦ σταυροῦ, ἄκουε.

Σταυρὸς Χριστιανῶν ἐλπὶς, σταυρὸς νεκρῶν ἀνάστασις, σταυρὸς τυφλῶν ὁδηγὸς, σταυρὸς ἀπηλπισμένων ἐλπὶς, σταυρὸς πεπλανημένων ὁδὸς, σταυρὸς ἀδικουμένων ἔκδικος, σταυρὸς χωλῶν βακτηρία, σταυρὸς πενήτων παραμυθία, σταυρὸς πλουσίων χαλινὸς, σταυρὸς ὑπερηφάνων καθαίρεσις, σταυρὸς ἀκολάστων μετάνοια, σταυρὸς τρόπαιον κατὰ δαιμόνων, σταυρὸς διαβόλου νῖκος, σταυρὸς νηπίων παιδαγωγὸς, σταυρὸς ἀπόρων εὐπορία, σταυρὸς πλεόντων κυβερνήτης, σταυρὸς χειμαζόντων λιμὴν, σταυρὸς πολεμουμένων τεῖχος, σταυρὸς πατὴρ ὀρφανῶν, σταυρὸς προστάτης χηρῶν, σταυρὸς ἀδίκων κριτὴς, σταυρὸς δικαίων στῦλος, σταυρὸς θλιβομένων ἄνεσις, σταυρὸς νηπίων φύλαξ, σταυρὸς ἀνδρῶν κεφαλὴ, σταυρὸς πρεσβυτέρων τέλος, σταυρὸς φῶς τοῖς ἐν σκότει καθημένοις, σταυρὸς βασιλέων μεγαλοπρέπεια, σταυρὸς βαρβάρων φιλανθρωπία, σταυρὸς δούλων ἐλευθερία, σταυρὸς ἀπαιδεύτων σοφία, σταυρὸς ἀνόμων νόμος, σταυρὸς προφητῶν κήρυγμα, σταυρὸς ἀποστόλων κατάγγελμα, σταυρὸς μαρτύρων καύχημα, σταυρὸς μοναζόντων ἄσκησις, σταυρὸς παρθένων σωφροσύνη, σταυρὸς ἱερέων χαρὰ, σταυρὸς Ἐκκλησίας θεμέλιος, σταυρὸς οἰκουμένης ἀσφάλεια, σταυρὸς ναῶν καθαίρεσις, σταυρὸς βωμῶν ἀνατροπὴ, σταυρὸς κνίσσης ἀφανισμὸς, σταυρὸς Ἰουδαίων σκάνδαλον, σταυρὸς ἀσεβῶν ἀπώλεια, σταυρὸς ἀδυνάμων δύναμις, σταυρὸς νοσούντων ἰατρὸς, σταυρὸς λεπρῶν καθαρισμὸς, σταυρὸς παραλυτικῶν σφίγξις, σταυρὸς πεινώντων ἄρτος, σταυρὸς διψώντων πηγὴ, σταυρὸς γυμνῶν σκέπη· γυμνότητα δὲ ὅταν εἴπω, οὐ τὴν τοῦ σώματος λέγω, ἀλλὰ τὴν τῆς πίστεως. Ὅταν δὲ πιστεύσας βαπτισθῇς, τότε ἀκούσεις ἐνδεδυμένος. Καὶ ἄκουε Παύλου λέγοντος· Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Χριστὸν δὲ ὅταν ἀκούσῃς, μὴ τὸν Θεὸν λογίσῃ μόνον, μηδὲ τὴν ἔνσαρκον οἰκονομίαν μόνην, ἀλλὰ τὸ συναμφότερον. Πολλάκις γὰρ εἶπον, καὶ νῦν λέγων οὐ παύσομαι· Ἐμοὶ μὲν γὰρ τὸ λέγειν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές· βούλομαι γὰρ πάντας διδασκάλους εἶναι. Χριστὸς οὖν εἴρηται, ἐπειδὴ σάρκα ἐνεδύσατο· Ἰησοῦς Χριστὸς εἴρηται, τὸ ὄνομα τῆς σαρκὸς αὐτοῦ· Λόγος εἴρηται, ἐπειδὴ ἔκ τινος Υἱός· Υἱὸς, ἐπειδὴ ἐκ Πατρός· Μονογενὴς, ἐπειδὴ μόνος ἐκ μόνου Θεοῦ· Θεὸς, ἐπειδὴ ποιητής. Καὶ ἄκουε Ἰωάννου λέγοντος· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος· οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν· πάντα δι' αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο