3
διάθεσιν, ὅτι τὸν τοιοῦτον υἱὸν ὑπὲρ τοιούτων ἐπιδέδωκε δούλων, ὑπὲρ μισουμένων τὸν ποθεινόν, ὑπὲρ προσκρουσάντων τὸν ἀναμάρτητον, ὑπὲρ ἀδόξων τὸν ἔνδοξον.
13 Ὅρα γὰρ τὴν δόξαν καὶ παρ' αὐτὰ <τὰ> τῆς σαρκὸς ταπεινά, τὰ τῆς σαρκὸς οὐ τῆς θείας οὐσίας, κἂν ἀγανακτῶσί τινες. Οὐκέτι γὰρ λέγω· κἂν ἀγανακτῶσι πολλοί· οἱ γὰρ πολλοὶ πρὸς ὀλίγους μετέστησαν. Τὰ τῆς σαρκὸς οὖν, ὥσπερ ἔφην, ταπεινὰ οὐ τῆς θείας οὐσίας. Θεότητος γὰρ ἀταπείνωτος φύσις ἣν εἶχεν ἀχωρίστως συμμένειν τοῦ δεσπότου τὸ σῶμα· καὶ ταῦτα τὰ τῆς σαρκὸς ταπεινὰ δόξης εἶχε τῆς ἄκρας ἀνάμεστα. Ἐτίκτετο νή πιος, ἀλλ' ἦν τῇ τῶν τόκων ὑπὲρ ἄνθρωπον φύσει. Οὐ γὰρ ἦν αὐτῷ γάμος ἀλλὰ τόκος, παρθένος μήτηρ. Ἐπὶ φάτνης γεννηθεὶς ἐρριπτεῖτο, ἀλλ' ἐχόρευον τὴν γέννησιν ἄγγελοι· ἐσπαργανοῦτο ῥάκεσιν, ἀλλ' ἐκ Περσίδος ἐν σπαργάνοις ὑπεδέχετο δῶρα· ἔφυγε τὴν Ἡρῴδου δολοφονίαν, ἀλλ' εἰς αὐτὸν διὰ μάγων προπαίξας· τοῦ παρὰ Ἰωάννου πᾶσι ἐκοινώνει βαπτίσματος, ἀλλὰ τῇ τοῦ βαπτίζοντος προσκυνούμενος γλώσσῃ.
14 Ἐπιπράσκετο τῷ Ἰσραὴλ παρὰ Ἰούδα, ἀλλ' ἡ πρᾶσις τὸν πράτην διεπώλησε βρόχῳ· ἀκανθίνῳ κατεστέφθη στεφάνῳ, ἀλλ' ἔσχε τῆς τοῦ παντὸς βασιλείας δι' ἐκείνου διάδημα· σταυρῷ παρεδίδοτο, ἀλλ' ἀπέστρεφε σταυρούμενος ἥλιον· συνανηρτᾶτο λῃστής, ἀλλ' ἐν αὐτῷ τῷ σταυρῷ μετέβαλλε λῃστὴν εἰς ἀπόστολον. Συνεκλείετο τάφῳ, ἀλλ' ἐκ τῶν τάφων τοὺς νεκροὺς ἀνεπτέρου· ἐπολιορκεῖτο νεκρός, ἀλλ' ἔλυε σεισμῷ τοὺς φυλάττοντας· τριήμερος παρ' ᾅδῃ κατείχετο, ἀλλ' ἐν τῷ τριημέρῳ τὴν αἰωνίαν τῷ ᾅδῃ κατεσκεύαζε ἧτταν. Κἂν τὰ ἄδοξα λέγῃ τις, τῷ τοιαῦτα κατὰ σάρκα δι' ἡμᾶς πεπονθότι τὸ χαριστήριον πλεῖστον· κἂν τὴν τῶν ἐνδόξων ἀρίθμῃ τις διήγησιν τῇ τῆς δόξης ἀξίᾳ τὸ τῆς προσκυνήσεως αὐτῷ περισσότερον σέβας.
15 Τῷ μὲν οὖν δεσπότῃ χαριστήριον πάντες κοινὸν προσαγάγωμεν τὴν τοῦ μακαρίου Παύλου φωνήν· Χάρις τῷ θεῷ ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ. Ὑπὲρ δὲ τοῦ φιλοχρίστου βασιλέως αἰτήσωμεν παρὰ τοῦ τῶν ὅλων δεσπότου Χριστοῦ δέλτου μὲν αὐτῷ πολυέτους δοθῆναι ὑπατείας, λαβεῖν δὲ καὶ αὐτὸν τῇ παρ' αὐτῷ βοηθείᾳ ἐφ' υἱῷ βαπτιζομένῳ καὶ τὴν τοῦ κόσμου μετ' αὐτοῦ διοικοῦντι βασιλείαν εἰπεῖν πρὸς ἅπασαν τὴν οἰκουμένην· Οὗτός ἐστιν ὁ υἱός μου ἀγαπητός, αὐτοῦ ἀκούετε. Ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.