1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

3

τοῦ κυρίου οἰκονομίας, εἴπατε ἡμῖν διερωτῶσιν· Εἰ ταὐτὸν φύσις καὶ ὑπόστασις, ἐκ δύο φύσεων τὸν Χριστὸν ὁμολογοῦντες, οὐχὶ καὶ ἐκ δύο λέγειν ἀναγκασθήσεσθε ὑποστάσεων καὶ ἢ οὐδέποτε δύο λέγειν φύσεις ἐπὶ Χριστοῦ θρασυνθήσεσθε ἢ καὶ δύο λέγειν ἐπ' αὐτοῦ τὰς ὑποστάσεις ὑπὸ τῶν ἡμετέρων ἐκβιασθήσεσθε θέσεων; Εἰ ταὐτὸν φύσις ἐστὶ καὶ ὑπόστασις, ἄλλην δὲ φύσιν τῆς θεότητος καὶ ἑτέραν τῆς σαρκὸς αὐτοῦ λέγετε, εἴπατε ἄλλην ὑπόστασιν τῆς αὐτοῦ θεότητος καὶ ἑτέραν τῆς αὐτοῦ ἀνθρωπότητος. 7 Εἰ ταὐτὸν φύσις ἐστὶ καὶ ὑπόστασις, ὁμοούσιος δὲ ὁ Χριστὸς τῷ θεῷ καὶ πατρὶ καὶ ὁμοούσιος ἡμῖν, ἔσται καὶ τῷ πατρὶ καὶ ἡμῖν ὁμοϋπόστα τος, καὶ ἔσονται αἵ τε τῆς θεότητος αἵ τε τῆς ἀνθρωπότητος ὑποστάσεις μιᾶς ὑποστάσεως. Εἰ ταὐτόν ἐστι φύσις καὶ ὑπόστασις, τί μὴ διαφορὰν ὑποστάσεων ὡς καὶ τῶν φύσεων ἐπὶ Χριστοῦ καταφάσκετε; - Ὅτι μὲν οὐ ταὐτὸν φύσις ἐστὶ καὶ ὑπόστασις, ἱκανῶς ἀποδέδεικται τοῖς μὴ τυφλώττουσι τὴν διάνοιαν. 8 Ὑπόστασιν δέ φημι τὴν καθ' αὑτό· ὁμώνυμον γὰρ τὸ τῆς ὑποστάσεως ὄνομα. Ποτὲ μὲν γὰρ τὸ αὐθυπόστατον σημαίνει καὶ αὐθύπαρκτον καὶ τὸ μὴ ἐν ἑτέρῳ ἔχειν τὴν ὕπαρξιν μηδὲ συμβεβηκὸς εἶναι, ὡς καὶ σπανίως οἱ ἅγιοι πατέρες ἐπὶ τῆς οὐσίας ἐχρήσαντο, ποτὲ δὲ τὸ καθ' αὑτὸ ὑφεστὸς ἤτοι τὸ ἄτομον, καὶ ποτὲ μὲν τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι μηδὲ ἀνύπαρκτον, ποτὲ δὲ τὸ πρὸς κατηγορίαν ὑποκείμενον. 9 Ἀφέντες τοίνυν τὸ περισκελὲς τὸν λόγον τῆς ἀληθείας ὀρθοτομήσατε· οὐ γάρ, ὡς οἱ ἅγιοι πατέρες εἰρήκασι, ταὐτὸν λέγετε φύσιν καὶ ὑπόστασιν, μερικὴν δὲ μᾶλλον τὴν φύσιν ὡς καὶ τὴν καθ' αὑτὸ ὁμολογεῖτε ὑπόστασιν. Ὅτι δὲ οὐ μερικὰς φύσεις λέγειν ἐχρῆν, ἐντεῦθεν εἰσόμεθα. 10 Εἰ μερικὰς φύσεις ἐπὶ τῆς ἁγίας τριάδος ὁμολογεῖτε, ἑτεροούσιον ταύτην δοξάζετε, καὶ πάλιν ἐγήγερται Ἄρειος. Εἰ δὲ ἑκάστῃ τῶν τῆς ἁγίας τριάδος θεαρχικῶν ὑποστάσεων ἰδιάζουσαν δῶτε οὐσίαν-ὁμοουσίους δὲ ταύτας κατὰ τὴν κοινὴν οὐσίαν ὁμολογήσετε, ταὐτὸν δὲ οὐσία τε καὶ ὑπόστασις-, ἔσται καθ' ὑμᾶς τετρὰς ὑποστάσεων, τριῶν μὲν μερικῶν, μιᾶς δὲ κοινῆς, καὶ οὐσιῶν ὁμοίως τετράς. Καὶ ἑκάστη τῶν ὑποστάσεων δύο φύσεών τε καὶ ὑποστάσεων, μιᾶς μὲν κοινῆς, μιᾶς δὲ μερικῆς, καὶ ἔσονται ὁμοούσιοι καὶ ἑτεροούσιοι, ὁμοϋπόστατοί τε καὶ ἑτεροϋπόστατοι. Καὶ τίς οὐ γελάσεται, μᾶλλον δὲ ἀποδύρεται τῆς μανίας τὴν ὑπερβολήν; Οὐκ ἔστι τοῦτο φλήναφος καὶ διανοίας ἀνάπλασμα κακοδαίμονος, δαιμόνων εὕρημα σκοτεινὸν καὶ τῆς Ἑλληνικῆς τερθρείας τεράτευμα; Τίς τοῦτο τῶν θεοφόρων εἴρηκε πώποτε, εἰ μή που τὸν παρ' ὑμῖν ἅγιον Ἀριστοτέλην ἡμῖν ὡς τρισκαιδέκατον ἀπόστολον εἰσαγά γοιτε καὶ τῶν θεοπνεύστων τὸν εἰδωλολάτρην προκρίνοιτε; Ἀλλ' ἐπὶ τὸ προκείμενον ἐπανίωμεν. 11 Εἰ γὰρ μή ἐστι φύσις ἀνυπόστατος, οὔτε μὴν οὐσία ἀπρόσωπος οὐδ' αὖ πάλιν ἀνούσιος ὑπόστασίς τε καὶ πρόσωπον-οὐ γάρ ἐστιν-, ἀλλ' οὐ ταὐτὸν οὐσία τε καὶ ὑπόστασις οὐδὲ φύσις καὶ πρόσωπον. Οὐ γὰρ ταὐτὸν οὐσία τε καὶ ἐνούσιον οὐδ' ἐνυπόστατον καὶ ὑπόστασις. Ἕτερον γάρ ἐστι τὸ ἔν τινι καὶ ἕτερον τὸ ἐν ᾧ· ἐνούσιον μὲν γάρ ἐστι τὸ ἐν τῇ οὐσίᾳ θεωρούμενον, τουτέστι τὸ τῶν συμβεβηκότων ἄθροισμα, ὃ δηλοῖ τὴν ὑπόστασιν, οὐκ αὐτὴν τὴν οὐσίαν. Ἐνυπόστατον δὲ οὐχ ἡ ὑπόστασις, τὸ ἐν ὑποστάσει δὲ καθορώμενον. Οὐσία δέ, τουτέστιν ὁπωσοῦν ὑπάρχει, εἴτε καθ' ἑαυτὴν εἴτε σὺν ἑτέρῳ εἴτε ἐν ἑτέρῳ· καθ' αὑτὴν μὲν ὡς πυρὸς οὐσία, σὺν ἑτέροις δὲ ὡς ψυχὴ καὶ σῶμα (σὺν ἀλλήλοις γὰρ ταῦτα τὴν ὑπόστασιν ἔχει), ἐν ἑτέρῳ δὲ ὡς πῦρ ἐν θρυαλλίδι καὶ ὡς ἡ σὰρξ τοῦ κυρίου ἐν τῇ ἀνάρχῳ αὐτοῦ ὑποστάσει. Ἡ μὲν γὰρ ὑπόστασις τὸν τινὰ ἢ τόδε δηλοῖ τὸ ἅμα τῇ τοῦ δακτύλου ἀνατάσει δεικνύμενον, τὸ δὲ ἐνυπόστατον τὴν οὐσίαν. Καὶ ἡ μὲν ὑπόστασις πρόσωπον ὁρίζει τοῖς χαρακτηριστικοῖς ἰδιώμασιν, τὸ δέ γε