1

 2

 3

 4

 5

3

προαιρέσει ψυχῆς ἀγαπωμένῳ καὶ προσπαθείᾳ. Ἵνα δὲ σαφέστερον ἔτι τὰ πάθη κατὰ τὸ τῆς ψυχῆς τριμερὲς διαγινώσκηται, καὶ τάδε ἐν ἐπιτόμῳ προσθῆναι διεκρίναμεν. Περὶ τοῦ τριμεροῦς τῆς ψυχῆς. Ἡ ψυχὴ διαιρεῖται εἰς τρία· λογιστικὸν, θυμικὸν, καὶ ἐπιθυμητικόν. Ἐκ τοῦ μὲν λογικοῦ τὰ ἁμαρτήματά εἰσι ταῦτα· ἀπιστία, αἵρεσις, ἀφροσύνη, βλασφημία, ἀχαριστία, καὶ αἱ συγκαταθέσεις σωματικῶν ἁμαρτημάτων, αἳ γίνονται ἐκ τοῦ παθητικοῦ μέρους. Ἡ δὲ τούτων τῶν κακῶν ἴασις καὶ θεραπεία ἡ ἀδίστακτός ἐστι πίστις πρὸς τὸν Θεὸν, τὰ ἀληθινὰ καὶ ἀπλανῆ καὶ ὀρθόδοξα δόγματα τῆς εὐσεβείας, ἡ συνεχὴς μελέτη τῶν λογίων τοῦ πνεύματος, ἡ καθαρὰ προσευχὴ καὶ ἀδιάλειπτος, καὶ ἡ πρὸς Θεὸν εὐχαριστία. Περὶ τοῦ θυμικοῦ.}1 Τοῦ δὲ θυμικοῦ τὰ ἁμαρτήματά εἰσι ταῦτα· ἡ ἀσπλαγχνία, τὸ μῖσος, τὸ ἀσυμπαθὲς, τὸ μνησίκακον, ὁ φθόνος, καὶ ὁ φόνος, καὶ ἡ συνεχὴς πρὸς τὰ τοιαῦτα μελέτη. Ἡ δὲ τούτων ἴασις καὶ θεραπεία, ἡ φιλανθρωπία, ἡ ἀγάπη, καὶ ἡ χρηστότης. Περὶ τοῦ ἐπιθυμητικοῦ. Τοῦ δὲ ἐπιθυμητικοῦ τὰ ἁμαρτήματά εἰσι ταῦτα· ἡ γαστριμαργία, ἡ λαιμαργία, ἡ οἰνοφλυγία ἡ πορνεία, ἡ μοιχεία, ἡ ἀκαθαρσία, ἡ ἀσέλγεια, ἡ φιλοχρηματία, ἡ τῆς κενῆς δόξης ἐπιθυμία, χρυσοῦ τε καὶ πλούτου, καὶ τῶν σαρκικῶν ἡδονῶν. Ἡ δὲ τούτων ἴασις καὶ θεραπεία, ἡ νηστεία, ἡ ἐγκράτεια, ἡ κακοπάθεια, ἡ ἀκτημοσύνη, ὁ τῶν χρημάτων πρὸς πένητας σκορπισμὸς, ἡ τῶν μελλόντων ἐκείνων ἀθανάτων ἀγαθῶν ἔφεσις, ἡ τῆς βασιλείας τοῦ Θεοῦ ὄρεξις, καὶ ἡ τῆς υἱοθεσίας ἐπιθυμία. ∆έον οὖν ἐνθῆναι ἡμᾶς καὶ τὴν διάγνωσιν τῶν ἐμπαθῶν λογισμῶν, δι' ὧν πᾶσα ἁμαρτία τελεῖται. Ὀκτώ εἰσι πάντες οἱ περιεκτικοὶ τῆς κακίας λογισμοί· ὁ τῆς γαστριμαργίας, ὁ τῆς πορνείας, ὁ τῆς φιλαργυρίας, ὁ τῆς ὀργῆς, ὁ τῆς λύπης, ὁ τῆς ἀκηδίας, ὁ τῆς κενοδοξίας, καὶ ὁ τῆς ὑπερηφανίας. 95.93 Τούτους ὀκτὼ λογισμοὺς παρενοχλεῖν μὲν, καὶ μὴ παρενοχλεῖν, οὐκ ἐφ' ἡμῖν ἐστι· ἐμμένειν δὲ, ἢ πάθος κινεῖν, ἣ μὴ κινεῖν, τῶν ἐφ' ἡμῖν ἐστιν. Ἄλλο δέ ἐστι προσβολὴ, καὶ ἄλλο συνδοιασμὸς, καὶ ἄλλο πάλη, καὶ ἄλλο πάθος, καὶ ἄλλο συγκατάθεσις, ἡ ἐγγίζουσα καὶ παρομοιοῦσα τῇ πράξει, καὶ ἄλλο ἐνέργεια, καὶ ἄλλο αἰχμαλωσία. Καὶ προσβολὴ μέν ἐστιν ἡ ἁπλῶς γινομένη παρὰ τοῦ ἐχθροῦ ὑπόμνησις· οἷον, ποίησον τόδε ἢ τόδε. Ὡς ἐπὶ τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν· «Εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτος γένωνται·» τοῦτο ὡς εἴρηται, οὐκ ἐφ' ἡμῖν ἐστι. Συνδοιασμὸς δέ ἐστιν ἡ παραδοχὴ τοῦ ὑποβαλλομένου λογισμοῦ παρὰ τοῦ ἐχθροῦ, καὶ οἷον μετ' αὐτοῦ μελέτη καὶ ἐνήδονος ὁμιλία ἡ παρὰ τῆς προαιρέσεως ἡμῶν. Πάθος δὲ, ἡ ἀπὸ τοῦ συνδοιασμοῦ ἕξις γινομένη παρὰ τοῦ ἐχθροῦ ὑποβαλλομένου πάθους, καὶ οἱονεὶ συνεχὴς μελέτη καὶ φαντασία. Πάλη δὲ, ἡ ἀντίστασις τοῦ λογισμοῦ, ἡ πρὸς ἀναίρεσιν τοῦ ἐν τῷ λογισμῷ πάθους, ἤτοι τοῦ ἐμπαθοῦς λογισμοῦ, ἢ πρὸς συγκατάθεσιν, καθώς φησιν ὁ Ἀπόστολος· «Ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός. Ταῦτα δὲ ἀλλήλοις ἀντίκεινται.» Αἰχμαλωσία δέ ἐστι βιαία καὶ ἀκούσιος τῆς καρδίας ἀπαγωγὴ, ἀπὸ προλήψεως καὶ μακρᾶς συνηθείας τυραννουμένης· συγκατάθεσις δὲ, ἡ κατάνευσις πρὸς τὸ πάθος τοῦ λογισμοῦ. Ἐνέργεια δὲ, αὐτὴ ἡ πρᾶξις τοῦ ἐν συγκαταθέσει ἐμπαθοῦς λογισμοῦ· ὁ τοίνυν τὸ πρῶτον ἀπαθῶς λογιζόμενος, ἢ ἀντιῤῥήσει καὶ ἐμβριθείᾳ ἐκ πρώτης ἀποπεμπόμενος, ἤγουν τὴν προσβολὴν, πάντα τὰ ἔσχατα ὑφ' ἓν περιέκοψε. Ἀναιρεῖται μὲν ὑπὸ ἐγκρατείας ἡ γαστριμαργία· ὑπὸ δὲ θείου πόθου καὶ τῶν μελλόντων