1

 2

 3

3

ἐστὶν ὁ Πέτρος καὶ ἄλλο ἐστὶν ὁ Παῦλος», ἐπειδὴ ἕν εἰσιν κατὰ φύσιν· λέγομεν δὲ «ἄλλος ἐστὶν ὁ Πέτρος καὶ ἄλλος ὁ Παῦλος», ἐπειδὴ οὔκ εἰσιν εἷς ἄνθρωπος ἀλλὰ δύο. Τὸ ἐνυπόστατον ποτὲ μὲν τὸ ὂν σημαίνει, ποτὲ δὲ τὸ ἄτομον. Κυρίως δὲ ἐνυπόστατόν ἐστιν ἢ τὸ εἰδικώτατον εἶδος διὰ τὸ μὴ καθ' ἑαυτὸ θεωρεῖσθαι ἀλλ' ἐν ταῖς ὑποστάσεσιν, ἢ τὸ σὺν ἄλλῳ διαφόρῳ κατὰ τὴν οὐσίαν εἰς ὅλου τινὸς γένεσιν συντιθέμενον, οἷον ὁ ἄνθρωπος ἐκ ψυχῆς ἐστι καὶ σώματος. Οὔτε ἡ ψυχὴ λέγεται ὑπόστασις οὔτε τὸ σῶμα ἀλλ' ἐνυπόστατα, ὅτι οὐδέποτε ὑπέστη τὸ ἓν πρὸ τοῦ ἑτέρου οὐδὲ ἐκτὸς τοῦ ἑτέρου, τὸ δὲ ἐξ ἀμφοτέρων ἀποτελούμενον ὑπόστασις ἀμφοτέρων ἐστίν. Ὅθεν καὶ ἡ τοῦ κυρίου σὰρξ οὐχ ὑπόστασις λέγεται ἀλλ' ἐνυπόστατον, ἐπειδὴ οὐδέποτε καθ' ἑαυτὴν ὑπέστη ἀλλ' ἐν τῇ τοῦ λόγου ὑποστάσει, καὶ αὐτὴν ἔσχεν καὶ ἔχει ὑπόστασιν. Καὶ τὸ ἀνυπόστατον ποτὲ μὲν τὸ ἀνύπαρκτον δηλοῖ, ποτὲ δὲ τὸ συμβεβηκός.