1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

3

πάντων προνοητής, ἐξουσιαστής, κριτής, καὶ γινώσκομεν καὶ ὁμολογοῦμεν. Καὶ ὅτι εἷς ἐστι θεὸς ἤγουν μία οὐσία, καὶ ὅτι ἐν τρισὶν ὑποστάσεσι γνωρίζεταί τε καὶ ἔστιν, πατρί φημι καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι, καὶ ὅτι ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον κατὰ πάντα ἕν εἰσι πλὴν τῆς ἀγεννησίας καὶ τῆς γεννήσεως καὶ τῆς ἐκπορεύσεως, καὶ ὅτι ὁ μονογενὴς υἱὸς καὶ λόγος τοῦ θεοῦ καὶ θεὸς διὰ σπλάγχνα ἐλέους αὐτοῦ, διὰ τὴν ἡμετέραν σωτηρίαν, εὐδοκίᾳ τοῦ πατρὸς καὶ συνεργίᾳ τοῦ ἁγίου πνεύματος ἀσπόρως συλληφθεὶς ἀφθόρως ἐκ τῆς ἁγίας παρθένου καὶ θεοτόκου Μαρίας γεγέννηται διὰ πνεύματος ἁγίου καὶ ἄνθρωπος τέλειος ἐξ αὐτῆς γέγονε, καὶ ὅτι ὁ αὐτὸς θεὸς τέλειός ἐστιν ὁμοῦ καὶ ἄνθρωπος τέλειος, ἐκ δύο φύσεων, θεότητός τε καὶ ἀνθρωπότητος, καὶ ἐν δύο φύσεσι νοεραῖς θελητικαῖς τε καὶ ἐνεργητικαῖς καὶ αὐτεξουσίοις καὶ ἁπλῶς εἰπεῖν τελείως ἐχούσαις κατὰ τὸν ἑκάστῃ πρέποντα ὅρον τε καὶ λόγον, θεότητί τε καὶ ἀνθρωπότητί φημι, μιᾷ δὲ συνθέτῳ ὑποστάσει, ὅτι τε ἐπείνησε καὶ ἐδίψησε καὶ ἐκοπίασε καὶ ἐσταυρώθη καὶ θανάτου καὶ ταφῆς πεῖραν ἐδέξατο καὶ ἀνέστη τριήμερος καὶ εἰς οὐρανοὺς ἀνεφοίτησεν, ὅθεν πρὸς ἡμᾶς παραγέγονε καὶ παραγενήσεται πάλιν εἰς ὕστερον, καὶ ἡ θεία γραφὴ μάρτυς καὶ πᾶς ὁ τῶν ἁγίων χορός. Τί δέ ἐστι θεοῦ οὐσία ἢ πῶς ἐστιν ἐν πᾶσιν ἢ πῶς ἐκ θεοῦ θεὸς γεγέν νηται ἢ ἐκπεπόρευται ἢ πῶς ἑαυτὸν κενώσας ὁ μονογενὴς υἱὸς καὶ θεὸς ἄνθρωπος γέγονεν ἐκ παρθενικῶν αἱμάτων ἑτέρῳ παρὰ τὴν φύσιν θεσμῷ πλαστουργηθεὶς ἢ πῶς ἀβρόχοις ποσὶ τοῖς ὕδασιν ἐπεπόρευτο, καὶ ἀγνοοῦμεν καὶ λέγειν οὐ δυνάμεθα. Οὐ δυνατὸν οὖν τι παρὰ τὰ θειωδῶς ὑπὸ τῶν θείων λογίων τῆς τε παλαιᾶς καὶ καινῆς διαθήκης ἡμῖν ἐκπεφασμένα ἤτοι εἰρημένα καὶ πεφανερωμένα εἰπεῖν τι περὶ θεοῦ ἢ ὅλως ἐννοῆσαι. 3 Ἀπόδειξις, ὅτι ἔστι θεόσ Ὅτι μὲν οὖν ἔστι θεός, τοῖς μὲν τὰς ἁγίας γραφὰς δεχομένοις, τήν τε παλαιὰν καὶ καινὴν διαθήκην φημί, οὐκ ἀμφιβάλλεται, οὔτε δὲ τοῖς τῶν Ἑλλήνων πλείστοις· ὡς γὰρ ἔφημεν, ἡ γνῶσις τοῦ εἶναι θεὸν φυσικῶς ἡμῖν ἐγκατέσπαρται. Ἐπειδὴ δὲ τοσοῦτον ἴσχυσεν ἡ τοῦ πονηροῦ κακία τῆς τῶν ἀνθρώπων φύσεως, ὥστε καί τινας εἰς τὸ ἀλογώτατον καὶ πάντων κακῶν κάκιστον καταγαγεῖν τῆς ἀπωλείας βάραθρον, τὸ λέγειν μὴ εἶναι θεόν, ὧν τὴν ἀφροσύνην ἐμφαίνων ὁ ἱεροφάντης ἔφη ∆αυίδ· «Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστιν θεός», οἱ μὲν τοῦ κυρίου μαθηταὶ καὶ ἀπόστολοι τῷ παναγίῳ σοφισθέντες πνεύματι καὶ τῇ αὐτοῦ δυνάμει καὶ χάριτι τὰς θεοσημίας ἐργαζόμενοι τῇ τῶν θαυμάτων σαγήνῃ πρὸς τὸ φῶς τῆς θεογνωσίας ἐκ τοῦ βυθοῦ τῆς ἀγνωσίας αὐτοὺς ζωγροῦντες ἀνῆγον. Ὁμοίως καὶ οἱ τούτων τῆς χάριτος καὶ τῆς ἀξίας διάδοχοι, ποιμένες τε καὶ διδάσκαλοι, τὴν φωτιστικὴν τοῦ πνεύματος χάριν δεξάμενοι τῇ τε τῶν θαυμάτων δυνάμει τῷ τε λόγῳ τῆς χάριτος τοὺς ἐσκοτισμένους ἐφώτιζον καὶ τοὺς πεπλανημένους ἐπέστρεφον. Ἡμεῖς δὲ οἱ μηδὲ τὸ τῶν θαυμάτων μηδὲ τὸ τῆς διδασκαλίας δεξάμενοι χάρισμα, ἀναξίους γὰρ ἑαυτοὺς τῇ πρὸς τὰς ἡδονὰς προσπαθείᾳ πεποιήκαμεν, φέρε ὀλίγα τῶν παραδεδομένων ἡμῖν ὑπὸ τῶν ὑποφητῶν τῆς χάριτος περὶ τούτου διαλεξώμεθα τὸν πατέρα καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον ἐπικαλεσάμενοι. Πάντα τὰ ὄντα ἢ κτιστά ἐστιν ἢ ἄκτιστα. Εἰ μὲν οὖν κτιστά, πάντως καὶ τρεπτά· ὧν γὰρ τὸ εἶναι ἀπὸ τροπῆς ἤρξατο, ταῦτα τῇ τροπῇ ὑποκείσεται πάντως ἢ φθειρόμενα ἢ κατὰ προαίρεσιν ἀλλοιούμενα. Εἰ δὲ ἄκτιστα, κατὰ τὸν τῆς ἀκολουθίας λόγον πάντως καὶ ἄτρεπτα· ὧν γὰρ τὸ εἶναι ἐναντίον, τούτων καὶ ὁ τοῦ πῶς εἶναι λόγος ἐναντίος ἤγουν αἱ ἰδιότητες. Τίς οὖν οὐ συνθήσεται πάντα τὰ ὄντα, ὅσα ὑπὸ τὴν ἡμετέραν αἴσθησιν, ἀλλὰ μὴν καὶ ἀγγέλους τρέπεσθαι καὶ ἀλλοιοῦσθαι καὶ πολυτρόπως κινεῖσθαι καὶ μεταβάλλεσθαι; Τὰ μὲν νοητά, ἀγγέλους φημὶ καὶ ψυχὰς καὶ δαίμονας, κατὰ προαίρεσιν τήν τε ἐν τῷ καλῷ προκοπὴν καὶ τὴν ἐκ τοῦ καλοῦ ἀποφοίτησιν, ἐπιτεινομένην τε καὶ ὑφιεμένην, τὰ δὲ λοιπὰ κατά τε γένεσιν καὶ φθορὰν αὔξησίν τε καὶ μείωσιν καὶ τὴν κατὰ ποιότητα μεταβολὴν καὶ τὴν τοπικὴν κίνησιν. Τρεπτὰ