3
Ἀναμιμνήσκει δὲ αὐτοὺς καὶ τῆς συντελείας, ἵνα μᾶλλον αὐτοὺς ἀφελκύσηται, καὶ μὴ τὰ παρόντα ὁρᾷν ἀηδῆ μόνον, ἀλλὰ καὶ τὰ μέλλοντα ἀγαθὰ τὰ ἀπέραντα· τὰ μὲν γὰρ λυπηρά φησιν ἅπερ ὑποστήσεσθε ἐν τῷ παρόντι βίῳ, συγκαταλύονται· ὅπου γε καὶ αὐτὸς ὁ αἰὼν οὗτος εἰς συντέλειαν ἥξει· τὰ δὲ χρηστὰ ὧν ἀπολαύσεσθε ἀθάνατα μένει. Οὕτως ἀλείψας καὶ ἐγείρας αὐτῶν τὰ φρονήματα, καὶ τῇ μνήμῃ τῆς ἡμέρας ἐκείνης ἐξέπεμψεν. Ἡ γὰρ ἡμέρα ἐκείνη τοῖς ἐν κατορθώμασι ζῶσι ποθεινὴ, ὥσπερ οὖν τοῖς ἐν ἁμαρτήμασι φοβερὰ, καθάπερ τοῖς καταδίκοις· ἀλλὰ μὴ φοβηθῶμεν μόνον καὶ φρίττωμεν, ἀλλὰ καὶ μεταβαλλώμεθα ἕως καιρός ἐστι, τὴν καλὴν ἀλλοίωσιν ἀλλοιούμενοι, ἵνα τῆς αἰωνίου ζωῆς ἀπολαύσωμεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ ἀνάρχῳ Πατρὶ, καὶ τῷ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.