1

 2

 3

 4

 5

3

καὶ θεωρίας· εἶδον ἑαυτῶν τὴν τοῦ σώματος γύμνωσιν· ἐπεπόθησαν τὰ τοῦ βίου τερπνά· ἐπεισήχθησαν τῷ λιτῷ καὶ ἀκτήμονι βίῳ· ἔῤῥαψαν ἑαυτοῖς φύλλα συκῆς, καὶ ἐποίησαν ἑαυτοῖς περιζώματα· ἐζήτησαν λογισμοὺς πολλοὺς, καὶ εὗρον τὸν τραχὺν καὶ ἐμμέριμνον, καὶ κατόδυνον βίον. Ἐν ἱδρῶτι γὰρ τοῦ προσώπου σου φαγῇ τὸν ἄρτον σου. Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου, ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι, καὶ εἰς γῆν ἀπελεύσῃ. Φρόνημα γήϊνον ἔσχες, εἰς γῆν ἔσται ἡ ἀποστροφή σου. Παρασυνεβλήθης τοῖς κτήνεσι τοῖς ἀνοήτοις· οὐ γὰρ συνῆκας ἐν τιμῇ ὤν. Ἐν τῷ Θεῷ ἦς, καὶ ἀρετὴν καρποφόρον οὐκ ἔγνως· ἀλλὰ προέκρινας τὴν τῶν γηΐνων ἀπόλαυσιν· τὸν ἀλόγων ἀγαπήσας βίον. Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ. Τῶν ἀλόγων δίκην κληρονομήσεις τὸν θάνατον. Ἐντεῦθεν καὶ δερματίνους χιτῶνας περιβάλλεται. Μέσον γὰρ ζωῆς καὶ θνητότητος ὢν τῷ σώματι, πρότερον ὢν ἐν παραδείσῳ τρυφῆς, καὶ βασιλικῷ θαλάμῳ ἀναστρεφόμενος, θνητὸν ὕστερον καὶ παχὺ τὸ σῶμα ἐκτήσατο, δυνάμενον ἀνισχεῖν πρὸς τοὺς πόνους. Ὄντως τραχεῖα τὰ φύλλα τῆς συκῆς τῆς ἡμῶν φύσεως, ἡ ἀνώμαλος κακία τῆς ἡμῶν φύσεως. Πρὸς ταύτην τὴν συκῆν, τουτέστι τὴν φύσιν τῆς ἀνθρωπότητος ἦλθεν ὁ Σωτὴρ πεινῶν, καὶ ζητῶν ἐξ αὐτῆς καρπὸν τὸν γλυκύτατον, τουτέστι τὴν γλυκυτάτην Θεῷ ἀρετὴν, δι' ἧς ἡ σωτηρία προσγίνεται. Ἀλλ' οὐχ εὗρε καρπὸν, ἀλλ' ἢ μόνον φύλλα, τὴν τραχυτάτην καὶ μοχθηροτάτην ἁμαρτίαν, καὶ τὰ ἐκ ταύτης φυόμενα κακά. ∆ιὸ δὴ πρὸς ταύτην ἀντιφθέγγεται, ὅτι Οὐκέτι ἐκ σοῦ καρπὸς ἐλεύσεται. Οὐ γὰρ ἐξ ἀνθρώπων ἡ σωτηρία· οὐκ ἐξ ἀνθρωπίνης δυνάμεως ἡ ἀρετή. Ἐγὼ τὴν σωτηρίαν ἐργάσομαι, διὰ τοῦ ἐμοῦ πάθους τὴν ἀνάστασιν χαριζόμενος, καὶ τὴν ἀπαλλαγὴν τοῦ τραχυτάτου βίου χαρίζομαι. Ὃ δὴ καὶ πεποίηκεν. δʹ. Εἶτα τὴν δι' ἔργου παραβολὴν ποιησάμενος, εἰσῄει εἰς τὸ ἱερὸν, τὸν πατρικὸν οἶκον ἐπισκεψόμενος, καὶ εὑρίσκει τοὺς κακοὺς γεωργοὺς τοὺς ἀρχιερεῖς, τοὺς καθίσαντας μὲν ἐπὶ τῆς καθέδρας Μωϋσέως, ἐνδειξαμένους τοὺς λύκους, τοὺς προβάτων ἔξωθεν περικειμένους ἔνδυμα, τοὺς συκῇ ἀκάρπῳ ἀπεικασμένους, τοὺς οὐκ ἔχοντας καρπὸν γλυκύτατον, ἀλλὰ φύλλων τραχύτητα. Ὅρα γὰρ αὐτῶν τὴν τῶν λόγων τραχύτητα. Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; καὶ τίς σοι ἔδωκε τὴν ἐξουσίαν 96.584 ταύτην· Ὁρᾷς ἀκαρπίαν ψυχῆς καὶ ἀπιστίας; Ἀνθ' ὧν ἔδει λέγειν· Εὖ, διδάσκαλε ἀγαθὲ, ὅτι Λάζαρον νεκρὸν τετραήμερον ἤγειρας· ὅτι χωλοὺς ὀξὺ βαδίζειν ἐδίδαξας· ὅτι τυφλοῖς τὴν τῆς ὁράσεως ἐδωρήσω δύναμιν· ὅτι ἰάσω τοὺς συντετριμμένους, καὶ πᾶσαν νόσον, καὶ πᾶσαν μαλακίαν ἀπήλασας· ὅτι δαίμονας ἐφυγάδευσας· ὅτι διδάσκεις τὴν τῆς σωτηρίας ὁδόν· Ἐν ποίᾳ, φασὶν, ἐξουσίᾳ ταῦτα ποιεῖς; Ὦ ἀγνώμονες! Καὶ ἐὰν ὑμῖν εἴπῃ· Πιστεύετε; εἰ μὴ δὲ Ἰωάννην πιστεύσαντες, πρὸς ἐκεῖνον ὥσπερ ῥεῦμα ποτάμιον ἐξεπορεύεσθε, καὶ ἐξομολογούμενοι τὰς ἁμαρτίας ὑμῶν τὸ δοκεῖν ἐβαπτίζεσθε, καὶ οὐκ ἐπιστεύσατε, κἀγὼ ἐὰν εἴπω ὑμῖν, πιστεύετε; Ὦ γενεὰ πονηρὰ καὶ ἄπιστος! Ὑμεῖς ἐστε οἱ πονηροὶ γεωργοὶ, οἱ τὸν ἀμπελῶνα Κυρίου Σαβαὼθ κατεσθίοντες. Τίνα τῶν προφητῶν οὐκ ἀπεκτείνατε; Ἀπέστειλεν ὑμῖν ὁ Πατὴρ τοὺς δούλους μου τοὺς προφήτας, ἀπαιτοῦντας τὸν καρπὸν τοῦ ἀμπελῶνος. Ἀμπελῶνα ἐξ Αἰγύπτου διὰ Μωϋσέως μετῆρα, ἣν κατεφύτευσα ἐν γῇ πίονι, ἐκβαλὼν ἔθνη, καὶ ἐν σχοινίῳ κληροδοσίας ἐκληροδότησα· ἧς τὰς ῥίζας κατεφύτευσα νόμῳ καὶ λόγῳ προφητῶν, καὶ ἐπλήρωσε τὴν γῆν· ἧς τὰ κλήματα ἕως θαλάσσης ἔφθασε, καὶ ποταμοὺς ἐθνῶν αἱ παραφυάδες ἐπλήρωσαν. Ὑμεῖς δὲ καθείλατε τὸν φραγμὸν αὐτῆς τὴν ἐκ τοῦ νόμου βοήθειαν, καὶ τρυγῶσιν αὐτὴν ἀφύλακτον οἱ τὴν ὁδὸν τοῦ βίου πορευόμενοι δαίμονες· Ὗς ἐκ δρυμοῦ, ὁ λῃστὴς αὐτὴν ἐλυμήνατο, καὶ ἄγριος μονιὸς ταύτην κατενεμήσατο. Ταύτης τῆς καλῆς φυτευθείσης, τῆς καρποφόρου καὶ ἀληθινῆς τὸν καρπὸν ὑπὸ τῶν δούλων μου τῶν προφητῶν