γε τριήρεις καὶ τὰς λοιπὰς φορτίδας εἰς εὐλίμενον ἐπίνειον ἀθρόας ἐλλιμενίζειν διεκελεύσατο, θαλασσοκρατεῖν τε, καὶ εἴ που βαρβαρικὸν ὁρῷεν πορθμεῖον ἔκπλουν ποιούμενον, τοῦτό τε ἐκδιώκειν, καὶ τῷ ὑγρῷ πυρὶ ἐκτεφροῦν. ταῦτα ἐς τὸ ἀκριβὲς βουλευσάμενός τε καὶ συμπεράνας, σπεῖραν λογάδων ἀνδρῶν τῷ στρατηγῷ Νικηφόρῳ, ᾧ τὸ ἐπίκλην Παστιλᾶς, ἐγχειρίζει, ὃς γενναῖος ὢν πολλοὺς ἀνέτλη πολέμους· καὶ πλειστάκις μὲν ἥλω πρὸς τῶν Ἀγαρηνῶν, τοσαυτάκις δὲ ἐκεῖθεν διέδρα· καὶ πολλὰς 9 οὐλὰς ἐκ τῶν κατὰ πόλεμον χαλκοτυπιῶν ἐπὶ τοῦ προσώπου καὶ τῶν στέρνων προὐβάλλετο. τότε δὲ στρατηγὸς τῶν Θρᾳκησίων τελῶν, τὴν σπεῖραν παρειληφώς, ἐπὶ καταδρομὴν καὶ κατασκοπὴν τῆς νήσου ἐστέλλετο, πολλὰ τοῦ Νικηφόρου Φωκᾶ ἐπισκήψαντος, γρηγορεῖν τε καὶ νήφειν, καὶ μὴ πρὸς ῥᾳστώνην καὶ τρυφὴν ἀπιδεῖν, ὡς μή τι ἀνήκεστον πρὸς τῶν ἐναντίων αὐτοῖς καττυθῇ· καταδραμόντας δὲ τὸν χῶρον καὶ γενναῖόν τι δεδρακότας, ἐπὶ τὸ στρατόπεδον θᾶττον παλινοστεῖν. δʹ. Ἀλλὰ γὰρ οὐκ ἀκραιφνῆ τἀγαθὰ τοῖς ἀνθρώποις πέφυκε παραμένειν ἀεὶ, ἀλλὰ τοῖς κακοῖς ἀναμέμικται· καὶ παρέπεται τοῖς μὲν εὐτυχήμασι συμφοραὶ, ἀνῖαι δὲ ἡδοναῖς, μὴ ἐῶσαι καθαρᾶς τῆς δεδομένης εὐετηρίας ἀπόνασθαι. ὁποῖον δὴ καὶ τότε Ῥωμαίοις συμβέβηκεν. ἐπεὶ γὰρ τῇ χώρᾳ προσέβαλον, καὶ τρυφὴν παντοδαπὴν εὗρον (εὐδαίμων γὰρ ἡ χώρα, καὶ ὡραίων καρπῶν καὶ χυμῶν ἰδέαις ἐπιεικῶς περιβρίθουσα, εὔβοτός τε καὶ εὔμηλος), δέον τὰς ἐπισκήψεις τοῦ στρατηγοῦ, ὡς τὸ εἰκὸς, διατηρεῖν, οἱ δὲ παρὰ φαῦλον θέμενοι καὶ πολλὰ χαίρειν ταύταις εἰπόντες, ἐπὶ ῥᾳστώνην ἀπέκλιναν καὶ τρυφήν. τούτων οἱ βάρβαροι, τοῖς ἐπικαιροτάτοις καὶ ἀμφιλαφέσι τῶν ὀρῶν ἐλλοχῶντες, τὸ ἀκόλαστον τεθεαμένοι καὶ ἀφύλακτον, τῶν δρυμῶν καὶ χηραμῶν ὑπεκδύντες καὶ ἐς φάλαγγα παραταξάμενοι καὶ συνασπίσαντες, κατ' αὐτῶν ἐχώρουν. οἱ δὲ, καίπερ ἀκροσφαλεῖς τῇ μέθῃ τελοῦντες καὶ ἀκροχάλικες, ὅμως τοῖς βαρβάροις ἀντεπῄεσαν καὶ 10 ῥωμαλέως ἀντικαθίσταντο. ἄρτι δὲ τοῦ στρατηγοῦ Παστιλᾶ εὐρώστως διαγωνιζομένου, καὶ τὴν τῶν βαρβάρων διακόπτοντος φάλαγγα, ὁ ἵππος, εἰς ὃν ἐπωχεῖτο, βέλεσι καὶ δορατίοις τὰ στέρνα τυπεὶς, ὀκλάσας διαπεφωνήκει. ὁ δὲ Παστιλᾶς εὐπετῶς τοῦ ἵππου ἀναθορῶν, μέχρι μέν τινος τῷ φασγάνῳ τοὺς ἐπιόντας ἠμύνετο, καὶ πολὺν τῶν βαρβάρων φόνον εἰργάσατο. Ἐπεὶ δὲ ἔξαιμός τε καὶ καταβελὴς ἐγεγόνει, λειποθυμήσας παρὰ τὸ μεταίχμιον ἔπεσε. τούτου πεσόντος εἰς φυγὴν οἱ Ῥωμαῖοι ἀπέκλιναν, καὶ πρὸς τῶν βαρβάρων δίκην βοσκημάτων ἐναπεσφάττοντο, ὡς ἐκ τῆς εἰρημένης σπείρας ὀλιγοστοὺς ἀνασεσῶσθαι εἰς τὸ στρατόπεδον. τοῦτο τὸ πάθος ὁ Νικηφόρος Φωκᾶς αἰσθόμενος καὶ πολλὰ τῆς ἀβουλίας καὶ ῥᾳθυμίας τοὺς πεσόντας μεμψάμενος, ἔτι τε τὸ παλίντροπον κατευλαβηθεὶς τῆς τύχης καὶ ἄστατον, ἔγνω μηκέτι διαμέλλειν καὶ τὸν καιρὸν κατατρίβειν, κἀντεῦθεν ἄδειαν ἐνιέναι τοῖς βαρβάροις, ἐνέδρας καὶ λόχους τίθεσθαι , καὶ εἰς φάλαγγα συστάδην ἀντικαθίστασθαι· ἀλλὰ παντὶ σθένει καὶ πάσαις μηχαναῖς διανύτειν τὸν πόλεμον. εʹ. Οὕτω διαλύοντι τούτῳ καὶ γνωματεύοντι (ἦν γὰρ ἀγχίνους τε καὶ δραστήριος, ἐννοῆσαί τε τὸ ξυνοῖσον καὶ εἰς πέρας ἀγαγεῖν πάντων, ὧν ἴσμεν, ἐπηβολώτατος, σώφρων τε καὶ μὴ εἴκων ἡδοναῖς· καὶ προσέτι δεινὸς τοὺς καιροὺς καὶ τὰ πράγματα εἰς δέον μεταχειρίσασθαι, τὴν μέντοι ἰσχὺν καὶ ῥώμην ἀκαταγώνιστος· λέγεται γὰρ πρωταγωνιστοῦ τινος τῶν ἀλκιμωτάτων βαρβάρων ἀντικαταστάντος αὐτῷ ποτε, τὸ δόρυ κατὰ τῶν στέρ 11 νων τὸν Νικηφόρον ἰθύναντα καὶ ἀμφοτέραις ὠσάμενον, οὕτω γενέσθαι σφοδρὰν τὴν ἀντέρεισιν, ὡς καὶ διαμπερὲς τὸ δόρυ διελθεῖν, καὶ ἄμφω διατεμεῖν τὰ μέρη τοῦ θώρακος), ἔννοια γοῦν ἐπῆλθεν αὐτῷ, κύκλῳ τὸ ἄστυ περιελθεῖν καὶ ἐς τὸ ἀκριβὲς τοῦτο κατασκοπῆσαι, ἵνα ὅποι παρείκοι προσαγάγῃ τὸν