ταύτην προσαλπίζοντος τὴν ἀνάστασιν καὶ λέγοντος οὕτως· Νῦν ἀναστήσομαι, λέγει κύριος, νῦν δοξασθήσομαι, νῦν ὑψωθήσομαι. Νῦν φοβηθήσεσθε. Ματαία ἐστὶν ἡ ἰσχὺς τοῦ πατρὸς ὑμῶν. Καὶ τίς ὁ πατὴρ τῶν Ἰουδαίων; Ὁ διάβολος. Καὶ τίς τούτου μάρτυς; Αὐτὸς ὁ κύριος λέγων πρὸς αὐτοὺς αὐτοψὶ ὅτι Ὑμεῖς ἐκ τοῦ διαβόλου ἐστέ, καὶ ὁ πατὴρ ὑμῶν ὁ σατανᾶς. Ματαία ἡ ἰσχὺς τοῦ πατρὸς ὑμῶν, καὶ ἀληθὴς ὁ λόγος· ἐκεῖνος γὰρ ξύλον κατάρας ἔπηξεν, ἐγὼ σταυρὸν εὐλογίας τεκτονεύω· ἐκεῖνος τάφον ἐλατόμησεν, ἐγὼ θυσιαστήριον αὐτὸ κατεργάζομαι· ἐκεῖνος Ἰουδαίοις με κατέλιπεν εἰς θάνατον, ἐγὼ θᾶττον αὐτὸν ἀποπνίγω. Ὄντως ματαία ἡ ἰσχὺς τοῦ πατρὸς αὐτῶν, τοῦ διαβόλου· ἤδη γὰρ καὶ σήμερον ἄθρει πόσους ζεζημίωται παῖδας, τοὺς παρόντας νεοφωτίστους λέγω· ἡ γὰρ τούτων λαμπρότης <ἐκείνου σκοτία>, ἡ τούτων εὐωχία ἐκείνου ἀηδία· <οὗτοι ἐν ἐκκλησίᾳ,> ἐκεῖνος ἐν ἐρημίᾳ· οὗτοι μετ' ἀγγέλων, ἐκεῖνος μετὰ χοίρων· ὅθεν ἐκεῖνος ἐξέπεσεν, οὗτοι ἀνεσφαιρίσθησαν καὶ ἐκεῖ ἐρριζώθησαν· οἱ πάλαι δοῦλοι νῦν δὲ ἐλεύθεροι, καὶ ὁ ποτὲ ἀρχάγγελος νῦν διάβολος· οἱ ποτὲ ἐχθροὶ νῦν φίλοι, καὶ ὁ ποτὲ φίλος νῦν κατάκριτος· οἱ ποτὲ πένητες νῦν πλούσιοι, καὶ ὁ ποτὲ πλούσιος νῦν ῥακοδύτης· οἱ ποτὲ ἄδοξοι νῦν ἔνδοξοι, καὶ ὁ ποτὲ ἔνδοξος νῦν ἐν χειροπέδαις σιδηραῖς· οἱ ποτὲ αἰχμάλωτοι νῦν δὲ λελυτρωμένοι, καὶ ὁ ποτὲ αἰχμαλωτίζων νῦν μηδένα κατέχων. Καὶ ὅτι ὡς ἀπὸ αἰχμαλωσίας οἱ νεοφώτιστοι ἐρύσθησαν τῇ τοῦ βασιλέως Χριστοῦ ἐπιστασίᾳ, ἄκουε τοῦ ἁγίου πνεύματος διὰ τοῦ προφήτου ∆αυῒδ λέγοντος περὶ τούτων τῶν νεοφωτίστων ἐκ πολλῶν τῶν χρόνων· Εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ κυρίου οὓς ἐλυτρώσατο ἐκ χειρὸς ἐχθρῶν, καὶ ἐκ τῶν χωρῶν συνήγαγεν αὐτοὺς ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ βορρᾶ καὶ θαλάσσης. Ἀψευδῆ τὰ λεχθέντα· ἀπὸ παντὸς γὰρ γένους καὶ πάσης φυλῆς καὶ χώρας τούτους λογικοὺς ἰχθύας διὰ τῶν ἁλιέων ἀποστόλων ἡ σαγήνη τῆς κολυμβήθρας ἐζώγρησεν. Τοιαύτη γὰρ ἡ τέχνη τῶν ἁλιέων Χριστοῦ· οὐ λίνας ἱστῶσιν ἀλλὰ πίστει ζωγροῦσιν. Εἰπάτωσαν οἱ λελυτρωμένοι παρὰ κυρίου ἐκ χειρὸς ἐχθροῦ, τοῦ ζιζανιοσπόρου διαβόλου, τοῦ σπείραντος καὶ μὴ θερίσαντος· ἡ γὰρ ἔρημος παράδεισος γέγονεν, οὐκέτι κνίδας ἐχθρῶν προβάλλουσα, ἀλλὰ κρίνα νεοφώτιστα ἀνθοῦσα. Τούτους γὰρ θεωρήσας καὶ Ἡσαΐας πρὸ πολλῶν χρόνων ἔλεγεν· Ἀγαλλιάσθω ἡ ἔρημος τοῦ Ἰορδάνου καὶ ἀνθείτω ὡς κρίνον. ∆ιὰ τί δὲ καὶ κρίνα οἱ νεοφώτιστοι προσαγορεύονται; ∆ιὰ τὸ λευκὸν μὲν τῆς ἀμφιάσεως ἔξωθεν, χρυσαυγὲς δὲ τῇ πίστει ἔνδοθεν. Εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ κυρίου. Τί εἰπάτωσαν; Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι. Ἡ παγὶς συνετρίβη καὶ ἡμεῖς ἐρρύσθημεν. Εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ κυρίου· Ἐξεδυσάμην τὸν χιτῶνά μου, πῶς ἐνδύσωμαι αὐτόν; Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης περιέθηκέ μοι. Ποῖον ἱμάτιον; Τὸ τῆς πίστεως ἔνδυμα. Καὶ Χιτῶνα εὐφροσύνης, ποῖον; Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε, δηλαδὴ τὴν τῆς ἀδιαιρέτου τριάδος ὁμολογίαν. Εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ κυρίου. Εἰπάτωσαν καὶ μὴ σιωπάτωσαν, μὴ λήθῃ τὴν εὐεργεσίαν παραπεμψάτωσαν. Εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ κυρίου· Εἷς κύριος, μία πίστις, ἓν βάπτισμα, εἷς θεὸς ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν. Μὴ ἄλλα κάτω εἰπάτωσαν ἐν τῇ κολυμβήθρᾳ καὶ ἄλλα ἄνω φλυαρείτωσαν. Ὡς ἐδιδάχθης, ὦ νεοφώτιστε, θρήσκευε· ὡς ἐβαπτίσθης, δόξαζε· ὡς ἀνεγεννήθης, πίστευε καὶ αὔξανε· ὃ ἐπιστεύθης, φύλαξον· ὃ ἐνεδύσω, μὴ περίσχιζε· ὃ ἐκτήσω, <μὴ> πίπρασκε· ὡς ἀετὸς ἀνεγεννήθης, τὰ ἄνω ζήτει· ἐκ Σοδόμων ἐξῆλθες, μὴ ὑποστρέψῃς εἰς τὰ ὀπίσω, ἵνα μὴ γένῃ στήλη ἁλὸς ὡς ἡ γυνὴ τοῦ Λώτ· τέκνον ἐκλήθης, τὸν Ἀβεσσαλὼμ μὴ μιμήσῃ· μαθητὴς ἐγένου, τὸν Ἰούδαν μὴ συντύχῃς· εἰς τὴν κιβωτὸν εἰσῆλθες, τῷ κόρακι